← 该撒利亚的巴西流

书信集

§38#2

三位一体中共同的本质与独特的位格标识

将受造物中本体与位格之区别应用于三位一体教义,论证三位格所共有的非受造本质,并阐明基于神圣秩序与因果关系而表征圣灵位格特性的认知标识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38#2

Ὃν τοίνυν ἐν τοῖς καθʼ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσεις. πῶς τὸ εἶναι τοῦ Πατρός, ὅ τί ποτε ὑποτίθεταί σου ἡ ἔννοια1 (πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα), τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ὁ γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος, εἷς καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν. οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπεὶ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἢ εἴ τι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον, δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης2 ἀφορισθήσεται. Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν· καθώς φησιν ὁ ἀπόστολος, ὅτι Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι, καὶ ἐν αὐτῷ συνεστάναι, παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται· οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως· ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ ἅγιον ἀχωρίστως συνεπινοεῖται. οὐ γὰρ ἔστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι, μὴ προκαταυγασθέντα3 τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ ἅγιον Πνεῦμα, ἀφʼ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι,4 ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι.

因此,若将你在关乎我们的事物中所认识到的本体与位格之区别的原则,同样移置于神圣教义之上,你便不会犯错。无论你的思想设定父的存在是怎样的(因为灵魂深信该存在超越一切概念,因而不可能倚靠于任何特定的概念),对于子你也当如此思想,对于圣灵同样亦当如此思想。因为非受造与不可把握的定义,在父、子与圣灵身上乃是一而相同的。因为绝非一者更不可把握且非受造,而另一者则逊之。但是,既然必须借由独特的标识使三位一体中的区分不相混淆,那么对于共同被审视的事物——例如我所说的非受造性,或超越一切把握,或诸如此类者——我们便不会将其纳入对独特事物的判定之中,而将仅仅探求那些借以使关于各者的观念能明晰且不相混杂地与一同被审视的观念区分开来的标识。 因此,在我看来,循着如下路径追溯此论说乃是恰当的。凡从神圣权能临到我们的善,我们都主张乃是在凡事中运行万事之恩典的作用;正如使徒所说:“这一切都是那单一且同一的灵所运行、随己意分给各人的。”但在探究诸善的赐予是否仅从圣灵获得起始、从而如此临到配得之人时,我们再次受到圣经的引导,去相信那独生之神乃是通过圣灵在我们里面运行的诸善之赐予的首要本原与原因。因为我们受圣经的教导,得知万物是借着祂造成的,且在祂里面得以维系。因此,当我们亦被提升至该观念时,再次受到受神启之引路的带领,我们得蒙指教:万物固然借着那权能(子)由非存在被引至存在,然而即便从那权能而来也并非无始的;相反,存在着某种未受生且无始而实存的权能,它乃是万有之原因的原因。因为子出于父,万物借祂而成,而圣灵与祂始终不可分离地被一同构想。因为若未先蒙圣灵照亮,便不可能进至对子的领悟。因此,受造界所获诸善的一切赐予皆发源于祂的圣灵,既连结于子,与子不容间隔地被一同把握;又使其存在依系于父这一原因,并由此而发出;圣灵便以此作为按位格的独特属性之认知标识:在子之后并与子一同被认知,且从父而实存。

语法注4 条
  1. 38πῶς τὸ εἶναι τοῦ Πατρός, ὅ τί ποτε ὑποτίθεταί σου ἡ ἔννοια

    先行提引(prolepsis)结构:由 πῶς(无论如何)所引导的名词性从属内容,在后文主句中被宾语 τοῦτο(此)所承接。含关系代词的 ὅ τί ποτε(无论什么)作为同位语式插入句,进一步阐释了 πῶς 的内容。

  2. 38τῆς συνθεωρουμένης

    由被动动词 ἀφορισθήσεται(被区分)所要求的格控制,属分离属格。与前文主语 ἡ περὶ ἑκάστου ἔννοια(关于各者的概念)相对照,此处省略了阴性名词 ἔννοια(概念),意即“从一同被审视的〔关于另一位格的〕概念”。

  3. 38μὴ προκαταυγασθέντα

    在非人称结构 οὐκ ἔστι(不可能)与不定式 γενέσθαι 构成的句式中,不定式的逻辑主语预设为不特定的人(τινά),因此该分词采用了与之呼应的阳性单数宾格形式。

  4. 38ἐξημμένον ἔχει τὸ εἶναι

    由动词 ἔχω、完成时被动分词 ἐξημμένον(被连结)与宾语 τὸ εἶναι(存在)构成的迂回表达(periphrasis)。它不仅表明动作的完成,更表达了依系于父这一原因(τῆς τοῦ Πατρὸς αἰτίας)所产生的持续存在的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:38#2