- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:38#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者致信弟兄格列高利,以普通名词与专有名词的对比以及《约伯记》的记述方式为例,阐明了本体(普遍与共通性)与位格(个别与限定性)的神学区别,以澄清三位一体教义中的混乱。
Γρηγορίῳ ἀδελφῷ περὶ διαφορᾶς οὐσίας καὶ ὑποστάσεως Ἐπειδὴ πολλοί, τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσίων διαίρεσιν, κατὰ τὸν ἴσον ἀριθμόν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν)·1 διὰ τοῦτο ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ ἔννοια. Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. ὁ γὰρ τοῦτο εἰπών, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τόν τινα ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν, ἢ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς, δι’ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἢ τὸν Ἰωάννην ἐπιγνωσόμεθα. Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, δι’ ἧς οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφή, μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδίαζον, τὴν κοινωνίαν, οἷον ὁ Παῦλος, ἢ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητῆται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου· ἀλλὰ δι’ ὧν ἂν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθών, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων. Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι.2 ὁ γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. ὁ δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν. Τοῦτο οὖν ἐστὶν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλʼ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα·3 ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα, καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τις. ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφήν, ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπόν, ἐσιώπησε· τὸν δέ τινα διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾷν ἔμελλε τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφήν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη· ὁ γὰρ αὐτὸς ἂν ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου καὶ Σοφὰρ τοῦ Μινναίου καὶ ἐφʼ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων.
致弟兄格列高利,论本体与位格之区别 鉴于许多人在涉及奥秘教义时,未将本体的共通性与位格的定义区分开来,因而陷入相同的误解,以为说本体或说位格毫无区别(由此,某些不加审察便接受此类说法的人便乐于在说单一本体的同时亦说单一位格;反之,承认三个位格的人则认为必须依循这同一数目,从这一认信中制定本体之划分的教条);为此,免得你也遭遇同样的情况,我为你写下了这份简短的备忘录,简述关于此事的论说。那么,若要简要地加以阐明,所言之事的意涵乃是如下: 在所有的名称中,那些用于指称数目相异之多数事物的名称,具有某种更为普遍的意义,例如“人”。因为说出此词的人,借由该名称指明了共通的本性,却并未借由言语界定那借由专名个别地被认知之某特定的人。因为彼得决不比安德烈、约翰或雅各更是人。因此,所指之物的共通性既然同等地及于列在同一名称之下的所有人,便需要进一步的区分,借此我们方能认出并非普遍的人,而是彼得或约翰。 而另一些名称则具有更为个别的指明力,借此在所指之物中所审视到的并非本性的共通性,而是某种事物的界限,其就独特性而言与同类之物全无共通之处,例如“保罗”或“提摩太”。因为此类言语不再指向本性的共通之物,而是在脱离概括性的含义之后,借由这些名称呈现出受限定之特定事物的显象。因此,当有两人或更多人同在一处(例如保罗、西拉和提摩太),而人们探求关于人的本体的定义时,绝不会在保罗身上给出一个关于本体的定义,在西拉身上给出另一个,而在提摩太身上又给出又一个;相反,借以表明保罗本体的那些定义,同样适用于其他人;凡受本体的相同定义所界定者,彼此之间都是同质(同本性)的。但是,当有人在认识了共通之物后,将审视转向那些使一者与另一者区分开来的独特属性时,各人的特有定义便不再会在一切方面与关于另一人的定义相符合,纵使在某些方面被发现具有共通之处。 因此我们主张:个别指称的事物乃是由“位格”这一词语所表明的。因为凡说出“人”的人,因其含义的不确定性而在听觉中引起了某种涣散的观念,以致本性虽借该名称得以表明,但具体实存且借该名称个别表明的事物却未被指出。而说出“保罗”的人,则显明了在那借该名称所指明的事物中具体实存的本性。 因此,位格便是如此:它不是那因所指之物的共通性而寻不见任何立足点的本体的不定观念,而是那借由显现出的个别特征,将特定事物中那共通且无界限之物呈现并加以界定者;正如圣经在许多其他地方以及关于约伯的记述中所习常行的那样。因为圣经在将要叙述关于他的事迹时,先提及共通之物并说了“人”,随即借由加上“某”字而将其切分至个别之物。然而,对于本体的界定,圣经却予以缄默,视其对言论当前的旨趣毫无益处;却借由特定的标识来描绘某个特定之人,既言明其居所,又言明其品行的标识,以及凡取自外部而注定要将他与共通含义隔开并区分的一切;以使借由所有这一切——借由名字、居所、心灵的特质以及围绕着他而被观察到的外部事物——使所记述之人的描绘变得清晰分明。倘若圣经给出了本体的定义,那么在对本性的阐释中就绝不会提及上述任何事;因为该定义与针对书亚人比勒达、拿玛人琐法以及那里所提及的每一个人所适用的定义本是相同的。
- 38ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσίων διαίρεσιν, κατὰ τὸν ἴσον ἀριθμόν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν
前半句为非人称动词带不定式结构(ἤρεσέ τισι... λέγειν),后半句则转为由主格分词短语(οἱ... παραδεχόμενοι)充当主语,统摄 οἴονται δεῖν(接宾格不定式)。结构上并列了两种对立的错误观念:一者由单一本体推出单位格,另一者由三位格推出三本体之划分。
- 38τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι
承接主句动词 φαμέν 的宾格不定式间接引语。中性单数分词短语 τὸ ἰδίως λεγόμενον(“个别指称的事物”)作被动不定式 δηλοῦσθαι 的逻辑主语(宾格),τῷ ῥήματι 为表示手段与工具的与格。
- 38οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια... ἀλλʼ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα
由 οὐχ... ἀλλά 引导的表语对置。带有冠词 ἡ 的两个阴性主格分词 παριστῶσα καὶ περιγράφουσα 承前隐伏的名词 ἔννοια,或直接指代主语 ἡ ὑπόστασις 并名词化。该句定义了位格的本质:借由显现出的个别属性(ἰδιώματα),将那原本普遍且无界限的本性限定并具体呈现于特定事物之中。
