- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:35-37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔在三封信函中,分别向地方官员恳请对与其亲近的弟兄利昂提乌斯、身为其乳兄弟的同村长老以及抚育他的乳母之子一家予以眷顾,维持原有的赋税登记并宽免过重的税负。
Ἀνεπίγραφος, ὑπὲρ Λεοντίου Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφʼ οἷς ἂν εὖ τι πάθοι δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου. οὗ τὴν οἰκίαν οὕτω διάθες, ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις, μὴ ἐν τῇ πενίᾳ ταύτῃ, ἐν ᾗ νῦν εἰμὶ σὺν Θεῷ, ἀλλʼ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλʼ ἐφύλαξας ἂν τὰ παρόντα, ἢ ἐπέτεινας τὴν εὐπορίαν. τοῦτο οὖν ποιῆσαί σε καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρʼ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.
无题,为利昂提乌斯说情 我曾就许多人的事致信予你,视他们为与我休戚相关之人,且我还将就更多人的事继续致信;因为既不可能断绝求助之人,我们亦无法拒绝施此人情。然而,绝无任何人比极其受人敬重的弟兄利昂提乌斯与我更为亲近,亦无人在获得任何益处时能比他更使我感到宽慰。请你处置他的家务,便如同你遇见我本人一样——并非处于我承蒙上帝之意如今所处的这般贫困之中,而是如同一位获得了某种富足并拥有田产之人。因为显而易见,你绝不会使我沦为赤贫,反而会保全现有的产业,甚至增进这份富足。因此,我们恳请你在我前述此人的家中亦如此行事。为了这一切,我所能给予你的回报一如往常,即因你劳碌奔波、为人仁厚且先行预应求助者所请,而向圣洁的上帝为你献上的祈祷。
Ἀνεπίγραφος, ἐπὶ ἐπικουρίᾳ Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος.1 τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα, οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντʼ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. τί οὖν ἐστὶν ὃ παρακαλῶ; φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι. ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε· καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοί, καὶ οἴκῳ, καὶ γένει παντί σου τὴν συνήθη βοήθειαν. γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.2
无题,求予襄助 我想,贵阁下早已知晓本村的这位长老是我的乳兄弟。那么,为了打动你的善意,使你亲切地看待他并在其事务中予以襄助,我还需多言什么呢?因为你若爱我——正如你确实爱我那样——显而易见,你亦必乐意尽全力使我视若自身之人获得安顿。那么,我所恳求的是何事?即为他保留旧有的税额登记。事实上,他在供给我们的生计上也付出了非比寻常的辛劳,正如你本人所知,我们没有任何私产,仅以朋友与亲属之物为足。因此,请将这位弟兄的家视同我的家,更确切地说视同你自己的家;作为对他施恩的回报,上帝亦必赐予你本人、你的家宅以及你所有的族人以常有的护佑。请知悉,我极其关切此人绝不因均税重评而遭受任何苛待。
Ἀνεπίγραφος, ὑπὲρ συντρόφου Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. βιαίως μέν, καὶ μὴ φέρων τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς, ἐκφωνεῖν ἀναγκάζομαι· γράφω δʼ οὖν ὅμως, ἄλλον ἀπαλλαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων, ἢ διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς αἰτοῦσιν ἑκάστοτε παρʼ ἡμῶν. φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἷς τῶν πολλῶν νομισθῇ καὶ ὁ ἀδελφὸς ὁ δεῖνα. ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι, διὰ τὸ σχῆμα τοῦτο εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ᾧ ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τι ἡ πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται. ἀλλʼ ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγαπητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ᾗ ἐνετράφην, ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα. καί σε ὁ Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν. Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρʼ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸς τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων.3 ὁ δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. ὥστε ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς δι’ ἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι.
无题,为乳兄弟说情 如今我对手牍之繁多深感不安。面对逼索我们者的纠缠,在难以承受其重负之下,我不得不代为发声;然而我终究还是提笔修书,因为除了在人们每次向我们乞求时发给书信之外,我再也想不出其他的解脱之道。因此我唯恐因递呈信函者甚众,某某弟兄亦被视为众人之一而等闲视之。我固然承认在故土有众多亲友,且因主将我们安置于此种身份,我自己亦被置于为父之列;然而作为抚育我的乳母之子,我仅有这一位乳兄弟,我祈求养育我的那个家庭能保持原状,以免阁下巡视此地施惠众人之际,反倒成了使此人蒙受悲戚的缘由。不仅如此,既然我至今仍仰赖同一家庭维系生计,自己身无长物,唯以至爱亲朋所供为足,我便恳请你宽贷我寄养其中的家门,如同以此保全了供给我的口粮。愿上帝为此赏赐你得享永远的安息。 此外,我尤其希望阁下知晓最确凿无误的事实:那些奴仆的大多数之所以从我们这里归他所有,乃是我父母所提供,用以作为抚育我们的酬报。但这笔酬报并非彻底的赠予,而仅是终身的使用权。因此,假若对他们有何苛敛发生,他尽可将他们遣返给我们,而我们将经由另一途径,再次成为对赋税与征税官负有责任之人。
- 36Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος.
此句包含主语前置(prolepsis)与连词 ὅτι 的重叠结构。从句的逻辑主语 Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε 被前提至句首,置于插入语般的 οἶμαι 之前;随后的第一个 ὅτι 统领整个陈述,而第二个 ὅτι 则具体引出动词 ἔγνωσται 的宾语内容,系由提前构词导致的重叠现象。
- 36μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον
名词 ἐξίσωσις 是古代晚期税政专有名词,指重估与均摊税籍册(拉丁语 aequatio)。介词短语 ἐκ τῆς ἐξισώσεως 与被动不定词 ἐπηρεασθῆναι 连用表示原因或出处,意为“因税额重估程序而受到不当侵害”。
- 37τῶν ἀνδραπόδων τὰ πλεῖστα παρʼ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸς τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων.
短语 τῆς τροφῆς ἡμῶν 中的 τροφῆς 相对于 μισθός 作宾格性属格(“抚养我们的报酬”),而 ἡμῶν 相对于 τροφῆς 具有受动意义(“我们被抚育”)。句末的 τῶν γονέων ἡμῶν παρασχομένων 为独立属格结构,表背景或伴随情况(“由我们的父母所提供”)。
