← 该撒利亚的巴西流

书信集

§364-365

阿波利奈尔的敦促与向皇帝陈情水患救济

阿波利奈尔致信巴西尔,痛陈教会争端并通报捍卫尼西亚正统信仰的进展以催促其复信;随后的信函中,巴西尔向狄奥多西大帝陈情哈吕斯河泛滥成灾的惨状,恳请朝廷修桥救灾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§364

Βασιλείῳ Ἀπολινάριος Τῷ δεσπότῃ μου, τῷ ποθεινοτάτῳ ἀδελφῷ, Βασιλείῳ, Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; τί δὲ οὐ παρὼν ἀμύνεις, ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος, καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; σὲ δέ, οὐδʼ ὅπως ἂν ζητήσωμεν, ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. ἀλλʼ ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες, ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν· οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας, εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρησα. ὅπερ δεξάμενος, μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ, ὡς καὶ τούτου συναποδημοῦντος.1 Ἴσθι δέ, ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπʼ Αἰγύπτου, καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν, τοῖς τε θείοις αὐτοῖς, καὶ τοῖς καθʼ ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. ἀναγκαία δὲ ἦν ἡ μετʼ ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν, ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες. ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις, ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατʼ οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατʼ οὐσίαν, ὅπερ ἐπετηδεύθη, χυδαίως ὀνομασθέν, καὶ κακοήθως νοηθέν· ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστί, τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος, ὡς ὑπὸ τῶν πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν, τίνα εἰκὸς ἦν οὕτω μετεῖναι,2 ὡς τὸν σπουδαιότατον, ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδʼ αὐτὸς οὐδαμόθεν γράφει, οὐδὲ σημαίνει καθάπαξ οὐδέν; ἔρρωσο, δέσποτα ποθεινότατε.

阿波利奈尔致巴西尔 致我的主、最可慕的弟兄巴西尔,阿波利奈尔在主内问安。我主啊,我自己究竟身在何处?那最可慕的声音与惯常的书信又在何方?当如此重大的战争向着虔敬破土爆发,而我们因着仇敌的暴虐如在阵列中央向同伴呼喊之时,您为何既不亲身助阵,也不自远方勉励吩咐?至于您,我们甚至不知该如何寻找,因为我们连您在何处下榻都未曾探得。我曾在卡帕多西亚之地寻找,因那些在本都遇见您的人报告说,您曾应许会更快归来;但我未曾在我所期望之地寻见您。如今听闻您仍停留在那同一地方,我便立即将信交托给报信人。您收到此信后,切莫因他也将随行离去而吝于复信。 您当知晓,在此期间有来自埃及的主教们莅临,并且分发了与古老文献相符合的信函,既与那些神圣圣言本身相合,又与在尼西亚依凭神圣圣言之一致所写就的文献相契。由于那些昔日公然反对、如今却借诠释之伪装巧立异说者引入了对既定教训的不健康曲解,对这些教训连带诠释加以重申实属必要。在他们那里,发生了对“同实体”的恶意废除,仿佛它不应依据任何希腊式的否定来理解;取而代之的是“在实体上相似”,此说被刻意炮制,命名粗俗,立意险恶;因为相似性乃属于实体内部的事物,即属于本质属性,以致被如此拟似的实体被理解为正如雕像之于王一般。 对此,那些深知且渴望持守虔敬之人予以复信回应:即“同实体”所指明的并非与上帝相似者,而是上帝本身,正如生育者的真子嗣且与生育者同属同一实体。关于圣灵的教义亦同时被引入,圣灵被教父们置于与上帝及圣子同一的信仰之中,因祂处于同一神性之内。 那么,担当此项虔敬出使之任,除了您这位最热忱之人,以及我的主格列高利之外,还有谁更为合宜呢?而他本人也未从任何地方来信,亦未曾有一字通报。愿您康泰,最可慕的主。

§365

Βασίλειος τῷ μεγάλῳ βασιλεῖ Θεοδοσίῳ Πάθος ἀπήντησε τῇ καθʼ ἡμᾶς χώρᾳ, οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλʼ ἐξ ὑδάτων ἐπιρρύσεως. πόθεν δὲ τοῦτο, δηλώσω. γέγονε καταβολὴ χιόνων πολλὴ τῇ καθʼ ἡμᾶς λίμνῃ. μήπω δὲ αὐτῆς κρυσταλλωθείσης, ἐπιγίνεται πνεῦμα θερμόν, καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. ἀθρόας οὖν γενομένης τῆς τήξεως, ἀνείκαστα ἐκινήθη ῥεύματα ἀεννάῳ ποταμῷ συνεπιμιγνύμενα τῷ Ἅλυι, ἐναύλῳ τε ὄντι, ὑπερβαίνοντα γλώσσῃ καὶ ὀφθαλμῷ. οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ πνεύσαντος ἐνεπάρησαν. κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. ποσὶ γὰρ μηδέποτε περαιούμενος κατά τινα χρόνον ἢ τρόπον, τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι’ ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς, καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς3 δεσμουμένης. οὐ μικρὸν δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵνʼ οὕτω, τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον.4 καὶ γὰρ τῷ πολυστενάκτῳ βίῳ τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος, τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ, δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. πολὺς οὖν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος, ἀνθρώποις μὲν γέγονεν ὄλεθρος· ἄνω δὲ πελαγίζοντος αὐτοῦ, καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος, καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας, ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν, καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.

巴西尔致大帝狄奥多西 灾祸降临于我们的地域,并非出自肉身的变故,而是源于洪水的泛滥。其起因何在,我当说明。我们境内的湖泊降下了大雪。尚未结冰之时,暖风骤起,南来的暴雨倾泻其上。于是积雪骤融,激起不可估量的洪流,汇入终年流淌且奔腾湍急的哈吕斯河,超越了言语与目光所能尽述。这是分定为我们邻伴的河流:它自亚美尼亚人的领地喷涌而出,注入塞巴斯泰人至圣的湖泊中;当严酷的北风呼啸时,基督麾下得副其名的四十位英勇勇士正是在那湖中受难。从那里起(最崇高的陛下,请接纳我所言的实情),这条如可怕仇敌之邦般环绕我们的河流,给我们带来了极大的惊恐。因它在任何时候、以任何方式都无法徒步涉渡,遂阻断了我们那些必需且大有裨益的母邑运送交易的生活必需品。我指的正是加拉太人、帕夫拉戈尼亚人与赫勒诺本都人的地域,经由他们且出于他们,我们的必需品得以供给,尤其是丰饶的麦面;而四周的土地封冻,被环绕的大气通过降服于雷电、冰雹与急流的暴怒所禁锢。我们祖传的苦难之源阿尔盖奥斯山的巍峨险峻,亦构成了不小的威胁。 因此,最崇高的陛下,求您受感于祈请,愿对您治下的纳税之地广施恩惠,以便如此通过为〔此河〕妥善建造充裕的桥梁以供渡越,将其展现为一座可供徒步通行的崭新红海。因为主怜悯犹太人充满呻吟的生涯,曾赐予摩西作他们的先导,恩准他们如经干地一般双足不湿地行于红海之中。因此,这条河流的肆虐给人们带来了毁灭;随着它在上方如海洋般漫溢,压垮了所有生草的土地,耕地亦被淤泥掩埋,耕牛及周围土地上的所有驮兽皆不得不忍受饥馑。若是一个人侵害另一个人,我们断不会停止诉诸法庭。但面对这条不遵法令的巨川,人又能施加何种约束呢?因此,最崇高的陛下,唯有向您祈求,因您能在转瞬的时机之间,消除行路之人的危难。

语法注4 条
  1. 364ὡς καὶ τούτου συναποδημοῦντος

    连词 ὡς 结合属格独立结构(τούτου συναποδημοῦντος),表示主观假想;τούτου 回指前文的 τοῦ ἀντιγράφειν(复信),意为“仿佛就连此事也(与您)随同远行在外一般”。

  2. 364Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν, τίνα εἰκὸς ἦν οὕτω μετεῖναι

    传抄本中的 μετεῖναι 结合了宾格(πρεσβείαν / τίνα),在此宜理解为 μέτειμι(从事、承担)的不定词 μετιέναι 与同形动词 μέτειμι(源自 εἰμί)的不定词相混而产生的异写。非人称短语 εἰκὸς ἦν 引出“宾格加不定词”结构,构成修辞反问:“谁更适合担当这项虔敬的使节之任呢?”

  3. 365ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς

    由 ἀστραπή(雷电)、βροντή(雷鸣)、χάλαζα(冰雹)、ῥεῖθρον(急流)与 δαμάζω(制服、降服)复合而成的长复合形容词,修饰 ὀργῆς,是一种极尽铺陈的修辞造词,意指“受制于(或以其肆虐压倒万物的)雷电、冰雹与急流的自然暴怒”。

  4. 365ἵνʼ οὕτω, τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον

    在 ἵνα 目的从句中,主要动词是虚拟式 δείξῃς,其前带有中间位分词 ἐφαρμοσάμενος(亲自为之装配/建造)。与格 τούτῳ 指代前文的哈吕斯河,而不定词 περαιοῦσθαι 则修饰 γεφύρας,作目的说明(“用以渡越的桥梁”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:364-365