- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:362-363
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波利奈尔以始祖亚当和大卫为类比,阐明父与子的“同实体”既非基于共通之属亦非基于质料基底,而是神性藉由不可分的流溢所实现的同一性与相异性的结合;巴西尔复信赞誉其卓越智识,并请示能否继续就神学难点向其请教。
Βασιλείῳ Ἀπολινάριος Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ παρʼ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ἡμέτερον ἐνδεές καὶ τὸ τοῦ πράγματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων· ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες, καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱός, ὡς ταὐτὸν ὢν ἐκείνῳ· καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν, ὅπερ ὁ Πατήρ. οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός· ὥς που καὶ εἷς Ἀδάμ, ὁ ἀνθρώπων γενάρχης, καὶ εἷς Δαβίδ, ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον, ἢ μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ, περιαιρεθήσεται τῶν ὑπονοιῶν,1 ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς, καὶ τὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα· μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. καθὸ μηδὲ τοῦ Ἀδάμ, ὡς θεοπλάστου, καὶ ἡμῶν, ὡς ἀνθρωπογεννήτων, ἓν ὑπέρκειται γένος, ἀλλʼ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλʼ αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. μήτε μὴν τοῦ Δαβίδ, καὶ τοῦ γένους τοῦ ἐκ Δαβίδ, προεπινοεῖται, καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶδ ἄρχεται, καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός· ἀλλʼ ἐπειδὴ ταῦτα ἀπολείπεται, καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν, ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχή, καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον, ὥσπερ ἐπὶ σωμάτων, ἀλλʼ ἀπογέννησις. οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλʼ ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι, καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατρί. οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος, οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλʼ ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως, καὶ ἕτερον ὡσαύτως· ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται·2 βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν, καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱόν, ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱόν, μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι, τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν· ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει, τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες, ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατήρ, ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ, ἄλλος Υἱός, οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλʼ ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλʼ εἰκών. οὗτος ὁμοούσιος, ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως· οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλʼ ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος, ἓν καὶ μόνον ἀπογέννημα, ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθʼ ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι, προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.
阿波利奈尔致巴西尔 你出于爱神之心而信仰,又出于爱智之心而探求;而在我们这边,因着爱,竭尽热忱乃是我们的本分,纵然因着我们的不足和此事的玄妙,言辞未必能达其完全。 “单一实体”不仅如你所说,乃是在数量上的单一,也不仅是在单一界限之内的存在,而且特指两个人以及任何依据属而被归为一体的其他事物;因此,正是就此而言,两个或更多的事物在实体上乃是同一的,正如我们所有人作为单一人类的亚当而存在,大卫之子也是大卫,因与他乃是同一;恰如你也准确地说圣子在实体上与圣父所是者正是同一。因为若圣父被公认为独一无二的上帝,圣子为上帝便不可能是其他方式;正如人类始祖亚当是一位,王族开创者大卫也是一位。 因此,当我们把最高本原的始祖特性以及源自始祖的族类,比拟于源自独一本原的独生子嗣时,关于圣父与圣子之间存在着居于上位的单一之属或居于下位的单一质料的猜疑,便完全被消除了;因为此类例子恰如其分地导向了相似性。正如在作为神造的亚当与作为人生之人的我们之间,并没有居于其上的单一之属,而是他本人就是人类的本原;在他与我们之间也没有共同的质料,而是他本人构成全人类的基底。同样,关于大卫以及出于大卫的族类,就其作为大卫而言,也并不预先构想任何上位概念,因为大卫的特性始于大卫,且凡出乎他者,其基底皆是他本人。然而,这些例子仍有欠缺,因为全人类彼此之间还存在着诸如兄弟一般的其他相通之处,但在圣父与圣子之间却无此类情形,而是圣父完全是本原,圣子完全出于本原。 因此,这绝非像物体那样前者向后者的分割,而是生育。因为圣父的特性并未分割进入圣子,而是圣子的特性从圣父的特性中显明出来:即相异中的同一,同一中的相异,正如经上说圣父在圣子内,圣子在圣父内。因为单纯的相异既不能保全儿子身份的真谛,单纯的同一也不能保全位格的不可分割,而是二者交织而成为统一形态:以相异之式同一,以同一之式相异——倘若人们可以强用那些无法道尽真相的言辞的话。主向我们确证了这一概念,祂将圣父彰显于更大的平等之中,而使圣子在降抑中拥有平等;主所教导的,是将圣子理解为同形态却被降抑的光,不是改变其本体,而是将同一者既视为超越的,又视为处于降抑之中的。因为那些不承认实体具有任何同一性的人,从外部引入相似性附加给圣子,但这甚至会推衍到那些肖似上帝的凡人身上。 然而,那些深知这种相似性实乃属于被造物的人,便在同一性中将圣子与圣父相联结,但那是一种降抑了的同一性,以使祂不至于成为圣父本身或圣父的一部分;这已被以下表述充分彰显:“圣子是另一位,以这种方式是上帝,并非如同那位本身,而是作为出于那位者,非为原型,乃为肖像。”这一位乃是“同实体”,超乎一切且独一无二:既不像同属之物,也不像被分割之物,而是作为出自神性这独一之属与相的独一子嗣,藉着不可分割且无形体的流溢而发,在此流溢中,生育者居于生育的特性之中,而进至生育的特性。
Ἀπολιναρίῳ Τῷ δεσπότῃ μου, τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ, Ἀπολιναρίῳ, Βασίλειος. διημάρτομεν τῶν προφάσεων, δι’ ὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπʼ ἐκείνοις ἥσθημεν. ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν·3 οὕτως ἐπʼ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξῶ πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. σιωπᾷν δὲ πάλιν οὐ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου, πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾷν τι τῶν ἀπορουμένων, ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. ὁπότερον δʼ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. ἐρρωμένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διαπαντός.
致阿波利奈尔 致我的主、最尊崇的弟兄阿波利奈尔,巴西尔敬上。我们错过了得以问候您虔敬之德的时机,尽管我们原本非常乐意就那些信件向您复信。因为我们为您在这些事上于静默中含蕴喜乐而欣喜;因为在我们看来,唯有您一人满怀智慧,而其余的诠释者不过如幽影飞掠,您竟是将阐释引导在如此坚实的心智基石之上。如今,对神圣圣言知识的渴慕更加深切地触动了我的灵魂。因此,一方面我不敢向您提出某些疑难,免得我显得过分放肆;另一方面我又无法忍耐缄默,身怀求知之剧痛而渴望领受更多。因此,在我看来最稳妥的做法乃是向您请教,令人惊叹的人啊,您究竟是准许我们向您请教某些疑难,还是我们应当保持静默。无论您作出何种答复,我们今后都将遵行。愿我们常保您的康泰、愉悦,并在祈祷中记念我们。
- 362περιαιρεθήσεται τῶν ὑπονοιῶν
περιαιρεθήσεται(第三人称单数将来时被动语态)的主语是其前的不定式短语“ἓν εἶναι γένος ὑπερκείμενον, ἢ μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ”(关于父与子存在单一上位之属或唯一下位质料),后接分离属格 τῶν ὑπονοιῶν(从猜疑中)。全句意为“此类猜疑将被消除”。
- 362ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται
ἵνα 引领的虚拟语气(ἐκβιάσηται)紧随前面的反讽式精妙表述(“以相异之式同一,以同一之式相异”),用作解释或辩白性的独立目的从句(意为“若是允许人们对无法道尽真相的话语稍加勉强的话”)。分词短语 μὴ ἐφικνούμενα τῆς δηλώσεως(未能达意)修饰 τὰ ῥήματα(言辞)。
- 363οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν
此处化用了荷马《奥德赛》卷十第495行关于先知忒瑞西阿斯的典故:“οἴῳ πεπνῦσθαι· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν”(珀耳塞福涅独赐他死后仍有明智,余者皆如幽影飞掠)。形容词 οἶος(唯独)后接表示限定的完成时不定式 πεπνύσθαι(明达,有智慧),而属格分词 τῶν ἑρμηνευόντων(诠释者们)取代了荷马诗句中的 τοί(他们),构成了鲜明的对比修辞。
