← 该撒利亚的巴西流

书信集

§366-368

致乌尔比基乌斯论节制与推荐归正演员

书信366向隐修士乌尔比基乌斯阐释节制乃是对上帝的分有以及对肉体欲望的超越,并援引基督的不朽与堕落天使为例;随后的书信367与368则简短交接了一位原为丑角演员的虔敬之人的推荐与接纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§366

Βασίλειος πρὸς Οὐρβίκιον μονάζοντα περὶ ἐγκρατείας Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα·1 καὶ Θεῷ μίσγεσθαι ποιεῖ, οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται, ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί,2 καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. καί μοι τελείως καταμανθάνοντι, ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ· καὶ οὐδενὸς ὀρέγεται, οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμούς, οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὤν, πλήρης δι’ ὅλου ἐστίν. ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια. Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾷν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον, καὶ ἀδικήματα μυρία δι’ ἑτέρας ἐπιθυμίας. καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν, καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιπλάμενον. καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν, καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν, ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια, οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθής, καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς. πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια, ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει. Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη, καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. οὔτε γὰρ γῆ ἐβάστασεν αὐτόν, οὔτε πελάγη, ἀλλʼ ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. ἤσθιεν καὶ ἔπινεν ἰδίως, οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν, ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γεγονέναι κατασπασθέντας οὐρανοῦ δι’ ἐπιθυμίαν. ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; διὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν, καὶ τοῦ βίου μὴ ἐρασθῶμεν ἀλλʼ αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν· δοκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον, τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ, καὶ νοῦς ἀκούει. ταῦτά σοι ὀλίγα δοκοῦντα, πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν· καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθήσῃ.

巴西尔致隐修士乌尔比基乌斯,论节制 您为我们划定正直的界限,实是美事,以便我们不仅看到节制,亦能看到它的果实。因此,它的果实便是对上帝的分有。因为不受败坏即是对上帝的分有,正如受败坏乃是对世俗生命的分有。节制乃是对肉身的弃绝和向上帝的认信。它脱离一切必死之物,仿佛拥有上帝的灵作为身体;它既无嫉恨亦无忌妒,使人与上帝相联合。因为爱恋肉身者必嫉妒他人,而未将败坏的疾病迎入心中的人,自此便能坚立于一切劳苦之中,他虽在肉身上已死,却在不朽中活着。在我完全考求之时,上帝在我看来似乎就是节制本身,因为祂无所渴求,而是在自身中拥有一切;祂无所贪图,在眼或耳上亦无情欲,而是全无匮乏,通体完满。欲念是灵魂的疾病,而节制则是健康。 人不应仅就一种形式来看待节制,例如肉欲之事,亦当就灵魂因不满于必需之物而产生的其他一切恶欲来看待:因黄金而生嫉妒,因其他欲念而生万般不义。不沉醉是节制,不因暴食自撑而致破裂亦是节制。克制身体是节制,主宰恶念亦是节制;既不良善亦非真实的意念,多少次扰乱了灵魂,将心分散去徒然挂虑诸多事物!无论如何,节制使人得享自由,它既是医治,又是力量;因为它不是教导自律,而是赋予自律。 节制是上帝的恩典。耶稣显现为节制,在陆地与海洋上皆轻灵无碍。因为大地并未承负祂,深海亦未承负祂;祂如何踏足海洋,亦如何未曾沉重地压在地上。因为若是死亡源于受败坏,而不死源于不受败坏,那么耶稣所彰显的乃是神性,而非必死性。祂以独特的方式吃喝,并不排泄食物;节制在祂里面是如此巨大的力量,以致食物在祂里面不致败坏,因为祂自身本不具有败坏。 在我们里面若稍有节制,我们便高过万物。因为我们确曾听闻天使变得无法自制,因着欲念从天上被拉扯坠落。他们实是被俘获,而非自行降临;因为若非那里有这样一只眼睛,那疾病在彼处又能做成什么呢?因此我说:我们若稍有节制,不恋慕今生而恋慕更高的诸世代,我们便将在我们送达心灵之处被寻见;因为这心灵似乎就是眼睛,能够看见不可见之事。因为确实有话说:“心灵在看,心灵在听。”这些对您来说看似寥寥数语,我却已写下了许多,因为每一言辞皆是心意;我知道您读后必能领会。

§367

Βασιλείῳ τῷ μεγαλῷ Ὁ παρʼ ὑμῖν μῖμος, παρʼ ἡμῖν δὲ εὐλαβής, ᾔτησέ με γραφὴν πρὸς ὑμᾶς λαμπρῶς ἀκουσθῆναι.3

致大巴西尔 在你们那里是丑角演员、在我们这里却是虔敬之人的那一位,向我索求一封写给您的信函,以便得到您的善意垂听。

§368

Γρηγορίῳ Βασίλειος ὁ μέγας Ὁ παρʼ ἡμῖν μῖμος, παρʼ ὑμῖν δὲ εὐλαβής, ἐλθὼν πρὸς ἡμᾶς ἐν εὐκταίᾳ καὶ λαμπρᾷ ἡμέρᾳ ἀπελύθη ὡς ἀληθῶς θεοπρεπῶς.

大巴西尔致格列高利 在我们这里是丑角演员、在你们那里却是虔敬之人的那一位,在祈祷与光辉之日来到我们这里,真切地以合乎上帝之道的方式被打发离去。

语法注3 条
  1. 366ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα

    双重宾格(直接宾语与宾语补足语)结构。分词ἔχουσα的直接宾语是带定冠词的τοῦ Θεοῦ τὸ Πνεῦμα(上帝的灵),无冠词的σῶμα(身体)作述语宾格(宾补),整体理解为“仿佛拥有上帝的灵作为身体”。

  2. 366ἔρρωται λοιπὸν πόνῳ παντί

    ἔρρωται为动词ῥώννυμι的完成时中动/被动态,表示“坚强”、“健壮”。与格πόνῳ παντί可作关涉与格(“在一切劳苦上皆强健”)或表示抵御的与格(“对一切劳苦坚立不屈”)。

  3. 367ᾔτησέ με γραφὴν πρὸς ὑμᾶς λαμπρῶς ἀκουσθῆναι

    ᾔτησέ με γραφήν为动词αἰτέω支配人(με)与物(γραφήν)的双重宾格(“向我索求一封信函”)。随后的不定式短语λαμπρῶς ἀκουσθῆναι作表示目的的副词性不定式(“以便获得善意的垂听/接见”),或作补充请求内容的说明性不定式;被动态ἀκουσθῆναι表示(请求或人)获得正式听取或纳接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:366-368