← 该撒利亚的巴西流

书信集

§360-361

信仰告白与向阿波利奈尔的神学请教

在第一封信中,作者承认了对三位一体、道成肉身、圣母玛利亚、诸圣转求及圣像敬礼的信仰;在随后的信中,他向阿波利奈尔请教关于“实体”与“同实体”的神学涵义及其规范运用的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§360

Ἐκ τῆς ἐπιστολῆς αὐτοῦ πρὸς Ἰουλιανὸν τὸν παραβάτην Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν Χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν, καὶ θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. δέχομαι δὲ καὶ τοὺς ἁγίους ἀποστόλους, προφήτας, καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι’ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεόν,1 καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατʼ ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐκ ἀπηγορευμένων, ἀλλʼ ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.

摘自他致背教者尤利安的书信 依据上帝所赐予我们、基督徒无可指摘的信仰,我承认并赞同信仰一位上帝,全能的父,即上帝圣父、上帝圣子、上帝圣灵;一位上帝,我敬拜并荣耀这三者。我也承认圣子的降肉经纶,并承认依肉身生下祂的圣玛利亚为上帝之母。我也接纳圣使徒、先知和殉道者,并在向上帝祈求时呼求他们,以便藉着他们,亦即藉着他们的转求,仁爱的上帝能对我施以恩慈,并为我的过犯成就并赐下赎价。因此,我也尊敬并敬拜他们画像的容貌,因为这些画像乃是由圣使徒特意传承下来的,未受禁止,反而在我们所有的教堂中都被描绘绘制。

§361

Ἀπολιναρίῳ Τῷ δεσπότῃ μου αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ, Βασίλειος. πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν, καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες οἷς τε ὑπισχνοῦ. νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι, ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες, καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλήσαντες, τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι, ὅπως τε οἱ πατέρες αὐτῷ ἐχρήσαντο, καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμενον. τὸν γὰρ ἐπιούσιον ἄρτον, καὶ τὸν λαὸν τὸν περιούσιον, καὶ εἴ τι τοιοῦτον, ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτούς, βαθέως τὴν οὐσίαν διαβάλλοντας, ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι, τίνα τὴν διάνοιαν ἔχει, καὶ πῶς ἂν ὑγιῶς λέγοιτο, ἐφʼ ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται, οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον. πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας, θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν, ὅπερ ἂν εἶναι καθʼ ὑπόθεσιν τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσθαι. ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, ἀγέννητον καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταὐτὸν μὲν οὐκ εἶναι2 (διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον), ὅμοιον δὲ κατʼ οὐσίαν ἀκριβῶς ἀπαραλλάκτως, ὀρθῶς ἂν οἶμαι λέγεσθαι. εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας, εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ), τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίωσον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι, καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. ὁ ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον, αὐτοῖς σύνεστιν. ὑγιαίνων ἐπιπλεῖστον φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.

致阿波利奈尔 致我最尊崇的主阿波利奈尔,巴西尔敬上。往昔我们常就圣经中的难解之处致信于您,并对您所寄送和许诺的一切满心欣喜。但如今,由于更重大的事端,一个更巨大的忧虑临到了我们,在这桩忧虑上,我们在当今之人中再也找不到第二位能够求助的同伴与卫护者,能像上帝赐予我们的您这样,在知识与言辞上兼具精审与亲和。 因此,鉴于那些将一切搅得混乱不堪、使辩驳与诘难充斥普世之人,已将“实体”一词当作与圣言格格不入之物予以摒弃,请屈尊向我们指明,教父们当年是如何使用它的,以及您是否在圣经的任何地方都未曾发现它的记载。因为关于“日用的食粮”以及“属祂的子民”等诸如此类的表述,他们都嗤之以鼻,视作毫无相干之物。此外,关于“同实体”本身(我认为他们大肆诋毁“实体”,正是为了给“同实体”不留任何余地而精心炮制的伎俩),请您务必向我们更为详尽地阐释它究竟含有何种意义,以及在既不存在共同且居于上位之属、亦不存在预先存在的物质基质、又不存在前者向后者划分的情况下,如何才能合理地表述它。那么,究竟该当如何在不落入前述任何一种观念的前提下,说圣子与圣父“同实体”,请您向我们更为详尽地予以辨析。因为我们一向以为,无论假定圣父的实体是什么,圣子的实体也必然同样被理解为此物。因此,若有人称圣父的实体为理智的、永恒的、非受生的光,他也必称独生子的实体为理智的、永恒的、非受生的光。然而面对这样的概念,在我看来,与其使用“同实体”这一用语,倒不如使用“毫无差异之相似”来得贴切。因为光与光在程度的增减上若毫无差异,我认为虽不能说它们是同一的(因各自都处于其实体固有的界限之中),但若说它们依其实体而言是确切、毫无差异之相似,则是合宜的。因此,究竟是应当沿用这些观念来立论,还是采纳其他更深刻的观念,还望您作为明智的医者(因我们已向您袒露了心迹),医治虚弱之处,扶持不稳之所,以一切方式坚固我们。 我向常伴您虔诚左右的弟兄们致意,并恳请他们同您一起为我们代祷,使我们得救。同道格列高利因选择与父母共处的生活,正陪伴在他们身边。愿您在康泰中长久地为我们蒙受庇佑,以您的祈祷和知识继续裨益我们。

语法注2 条
  1. 360τοῦ δι’ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεόν

    由属格定冠词引导的不定式从句(τοῦ ... γενέσθαι)在此表示目的(“为了使……”),依附于前面的动词 ἐπικαλοῦμαι。

  2. 361φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταὐτὸν μὲν οὐκ εἶναι

    该句在结构上受句末 ὀρθῶς ἂν οἶμαι λέγεσθαι 所支配,形成“对格主语+不定式”结构。中性名词 φῶς 受分词短语 μηδεμίαν ... τὴν διαφορὰν ἔχον 修饰,充当不定式 εἶναι(后半句 ὅμοιον δὲ 分句中承前省略 εἶναι)的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:360-361