- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:352-359
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
利巴尼乌斯寄出了论脾气乖僻者的演说,巴西尔对此极尽赞美,随后利巴尼乌斯求阅巴西尔驳斥酗酒的演说;二人互相称颂文才,并在叹息别离与缄默的同时重申书信中的友谊。
Λιβάνιος Βασιλείῳ Ἰδοὺ πέπομφα τὸν λόγον, ἱδρῶτι περιρρεόμενος. πῶς γὰρ οὐκ ἔμελλον,1 ἀνδρὶ τοιούτῳ πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ Δημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλλουμένας μάτην, τὸ δὲ ἐμὸν τοιοῦτον, οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος; ὅθεν πέφρικα καὶ τρέμω, τὴν ἡμέραν λογιζόμενος, καθʼ ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲ καὶ τῶν φρενῶν ἐκπέπτωκα.
利巴尼乌斯致巴西尔 看哪,我已汗流浃背地将这篇演说寄出。寄演说给您这样一位人物,我又怎能不如此呢?您凭借在言辞上的卓越天赋,足以证明柏拉图的智慧与狄摩西尼的雄辩不过是徒有虚名,而我的拙作与之相比,正如蚊蚋比之大象。因此我战栗发抖,思量着您审阅这篇言辞的那一日;我甚至几乎吓得丧失神智。
Βασίλειος Λιβανίῳ Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. ὦ Μοῦσαι, καὶ λόγοι, καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθεϲ οἵους κομίζονται τοὺς καρπούς, οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοιϲ ὦ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένουσϲ2 αὐτὸν γὰρ ἐδόκουν ὁρᾷν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.
巴西尔致利巴尼乌斯 至为睿智的人啊,我已拜读了这篇演说,并赞叹得无以复加。哦,缪斯、言论与雅典啊,你们赐予你们的爱慕者何等丰厚的馈赠!那些哪怕与你们短暂相处之人,又收获了何等丰硕的果实!哦,多么奔涌不竭的源泉啊,它让那些汲水之人显得何等卓越!我仿佛在演说中亲眼看见他正与一个饶舌的妇人相伴。利巴尼乌斯确实在大地上写下了具有生机的言论,唯有他将灵魂赋予了文字。
Λιβάνιος Βασιλείῳ Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳ τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν τέχνην.
利巴尼乌斯致巴西尔 如今我才知晓自己名副其实;因为既有巴西尔赞赏于我,我便赢得了凌驾所有人之上的胜利桂冠。得到了您的裁决,我便可以昂首阔步而行,宛如轻蔑众人的自负之士。既然您也撰写了一篇驳斥酗酒的演说,我们切望一睹为快。我本不想说些卖弄文采之辞,但这篇演说一旦得见,自会传授我言辞的技艺。
Λιβάνιος Βασιλείῳ Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς, καὶ λέληθας σεαυτόν; οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν· ἀλλʼ ὥσπερεί τινα κρημνὸν διοδεύοντος, πληγεῖσα τῇ τῶν ὀνομάτων καινοτομίᾳ, ἐμοί τε τῷ πατρὶ ἔλεγε· Πάτερ, οὐκ ἐδίδαξας· Ὅμηρος, οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλʼ Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων, ὁ τὰ πάντα ἐπιστάμενος. καὶ ταῦτα μὲν ἡ γλῶττα. σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.
利巴尼乌斯致巴西尔 巴西尔啊,难道你住在雅典,自己却毫无察觉吗?因为凯撒里亚的子弟根本无法领会这等文辞。我的舌头此前也不习惯这些;但它如同走过悬崖之人,被那些新奇的语词所震慑,便对我这父亲说道:“父亲,您未曾教过我:此人是荷马,不,是柏拉图,不,是亚里士多德,不,是无所不知的苏萨里翁。”舌头所言便是如此。巴西尔啊,愿您能一直以这般言辞称赞我们。
Βασίλειος Λιβανίῳ Δεχομένοις μὲν ἡμῖν ἃ γράφεις, χαρά· ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν, ἀγών. τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶτταν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής; ὁμολογῶ καὶ φιλῶ.
巴西尔致利巴尼乌斯 对于收到您所书写之作的我们而言,这是喜悦;但被要求就您所写之作回信,则是一场苦战。面对这样一口纯正的雅典之舌,除了承认我是渔夫的门徒之外,我们还能说些什么呢?我坦承此点,并且珍爱于您。
Λιβάνιος Βασιλείῳ Τί παθὼν3 Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσοφίας τὸ γνώρισμα; παίζειν παρʼ ὑμῶν ἐδιδάχθημεν· ἀλλʼ ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν, λῦσόν μοι τὴν ἀθυμίαν, ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ...... οὐδὲν διαφέρουσα.
利巴尼乌斯致巴西尔 巴西尔究竟遭遇了何事,竟厌恶起这封作为哲学标志的书信?我们从你们那里学会了开玩笑;然而那些玩笑是庄重的,宛如与白发相称。但念在友谊本身与我们往昔共同求学的岁月,请为我化解这封书信所带来的沮丧吧……毫无二致。
Λιβάνιος Βασιλείῳ Ὦ χρόνων ἐκείνων, ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοισϲ νῦν διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθʼ ὑμῶν οἷοί περ ὑμεῖς οὐδένα. τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾷν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι, περιθέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. σὺ δέ, τά τε ἄλλα πρᾶός τις, καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.4
利巴尼乌斯致巴西尔 哦,怀恋昔日的岁月,在那些日子里我们互为彼此的一切!如今我们痛苦地各居一方,你们尚且彼此相守,而我却没有一个如你们一般的人代替你们。我听说阿尔基穆斯年事已高却敢效少年之举,竟飞往罗马,将照看幼童的辛劳加于你身。然而在其他一切事上皆温和宽厚的你,必定也能泰然承受此事,因为此前给我们写信时,你亦未曾面露难色。
Βασίλειος Λιβανίῳ Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατακλείσας διανοίᾳ τοσοῦτον σιγᾷς, ὡς μηδʼ ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ διδασκάλου τέχνη, ἦλθον ἂν παρὰ σοί, ποιησάμενος Ἰκάρου πτερόν. ἀλλʼ ὅμως, ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους, δεικνύντας τὴν ἡμετέραν φιλίαν. φύσις δὲ λόγων, μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. καὶ ταῦτα μὲν οἱ λόγοι· σὺ αὐτοὺς ἄγοις ὅπου βούλει· καὶ τηλικοῦτον κράτος κεκτημένος, σιωπᾷς. ἀλλὰ μετάστησον καὶ ἐφʼ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.
巴西尔致利巴尼乌斯 你将古人的整套技艺封闭于自己的心智之中,以至于如此缄默,甚至在书信中都不肯让我们获益分毫。然而至于我,倘若那位导师的技艺足够安全,我本会造出伊卡洛斯的羽翼飞奔至你身旁。然而,既然不可将蜡信任于太阳,我便以此言辞代替伊卡洛斯的翅膀致信于你,以此表明我们的友谊。揭示心灵深处的情谊,本是言辞的本性。关于言辞暂且谈到这里;你愿将它们引向何方皆可。拥有如此巨大的力量,你却保持沉默;但请将从你口中喷涌的言辞之泉,也重新引向我们吧。
- 352πῶς γὰρ οὐκ ἔμελλον
使用未完成过去时 ἔμελλον 的修辞性反问,表达过去的必然性或理所应当(“我又怎能不如此呢?”)。从文脉上承接前文的 ἱδρῶτι περιρρεόμενος,省略了相应的补充不定式(如 περιρρεῖσθαι)。
- 353ὦ πηγῆς πολυχεύμονος, οἷους ἔδειξε τοὺς ἀρυομένους
ὦ πηγῆς πολυχεύμονος 为感叹属格(genitive of exclamation),紧接由感叹/关系形容词 οἵους 引导的感叹从句。该句在 ἔδειξε 下构成双重宾格结构:“它使汲水之人显现为多么(杰出)的人物”。
- 357Τί παθὼν
Τί παθών 是一处习用表达(“经历了什么而……”、“究竟因何……”),分词 παθών 表示原因或伴随情况,表达对对方举动感到惊异与不解的情感色彩。
- 358τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς
动词 ἔχω 与副词 χαλεπῶς 连用,支配带冠词的不定式属格(τοῦ γράψαι),用以表示原因或关系(“对于此前写信之事未曾感到为难/不悦”)。
