← 该撒利亚的巴西流

书信集

§347-351

与利巴尼乌斯关于索求房梁与寄送新作演说的往复书简

利巴尼乌斯为修葺房屋向巴西尔索要房梁,巴西尔在调侃智者收取束脩的同时答应提供三百根梁木。随后两人就卡帕多细亚学子及当地严冬积雪展开亲切的打趣,最后巴西尔请求利巴尼乌斯寄来其备受赞誉的关于“乖僻者”的新作演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§347

Λιβάνιος Βασιλείῳ Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον, σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, ἢ τῆς χρείας γινόμενος·1 ἔγωγε, εἰ μὴ σὺ παράσχοις, ὕπαιθρος διαχειμάσω.

利巴尼乌斯致巴西尔 每一位主教都是难以网罗之物,但你凭借雄辩才华超越众人多少,便同样让我生出多少畏惧,生怕你会一口回绝我的请求。事情是这样的,我需要房梁。若是换了别的智者,即便并不需要,也会重在炫耀词藻甚于顾及实际需要,而将其称为撑杆或木桩;然而至于我,若你不予提供,我便只能在露天下度过严冬了。

§348

Βασίλειος Λιβανίῳ Εἰ τὸ κερδαίνειν ταὐτὸ γριπίζειν λέγεται, καὶ ταὐτὴν ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· ἡμεῖς οἱ οὕτω δι’ ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; τίς τοὺς μαθητευομένους μισθοφόρους κατέστησεν; ὑμεῖς οἱ προτιθέντες τοὺς λόγους ὤνια, ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾷν παρεκίνησας; Ἐγὼ δέ σοι τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμοπύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα, ἅπαντας εὐμήκεις, καὶ κατὰ τὸν σὸν Ὅμηρον, δολιχοσκίους, οὓς ὁ ἱερὸς Ἀλφαῖος ἀποκαταστήσειν κατεπηγγείλατο.

巴西尔致利巴尼乌斯 倘若谋利便被称为下网捕捞,且你的智者之术从柏拉图的密室中为我们取出的这句言辞确有此意,那么,令人惊叹的人啊,请看看到底谁更难以捕获:是我们这些借由书信之力而被圈围之人,还是那些以对言论征收赋税为技艺的智者之流?有哪位主教曾对言论制定关税?又有谁曾将门徒变成缴纳酬金之人?正是你们像熬糖人摆出蜜糕一样,把言论当成商品陈列出卖。你可看到,你甚至引得一位老人也跃跃起舞了吗? 至于我,已吩咐向你这位在演说修辞中昂首阔步之人借出与温泉关交战将士人数相等的房梁,根根长度充裕,正如你喜爱的荷马所言,投下长长的阴影;神圣的阿尔法埃乌斯已承诺将其送达。

§349

Λιβάνιος Βασιλείῳ Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν, καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος καὶ τῶν ἐκεῖθεν καλῶν; μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν, ἀεί μοι τὸ προσκυνῶ σε προσᾴδοντες. δεῖ δὲ ὅμως ἀνέχεσθαι, Βασιλείου κελεύοντος. ἴσθι τοίνυν, ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας,2 ἵνʼ ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.

利巴尼乌斯致巴西尔 巴西尔啊,难道你不打算停止用卡帕多细亚人塞满这处神圣的缪斯圣所吗?况且他们还浑身散发着大麦糊、积雪以及来自那块土地的特产之气味!他们整天对着我高唱“我向您致敬”,几乎要把我也变成卡帕多细亚人了。然而,既然是巴西尔下令,我终究必须忍耐。那么请知晓:虽然我正仔细考察他们乡土的习俗,但我将使这些人重新披上我的卡利俄佩的高贵与和谐之裳,好让他们在你们眼中不再显现为野鸽,而是化作温顺的白鸽。

§350

Βασίλειος Λιβανίῳ Λέλυταί σοι τὸ δύσθυμον. τοῦτο γὰρ ἔστω τῆς ἐπιστολῆς τὸ προοίμιον. σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε γελῶν εἴτε σπουδάζων. τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾷν ἡμῶν τοῖς σκώμμασιν; ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος, τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσί, γνώσῃ ὡς κρυερά τις αὐτὴ καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα, καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων προκύπτειν. τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξῃ, πάλιν τὸ εἶναι, ὥσπερ φυτοῖς, χαριζόμενον.

巴西尔致利巴尼乌斯 你的郁闷已告消散。且以此作为这封信的开端吧。至于你,无论是在嬉笑中还是出于认真,尽可嘲弄贬低我们这里的情形。然而,既然本可以享受我们的玩笑,你何必提及积雪或大麦糊呢?利巴尼乌斯啊,为了引你开怀大笑,我是在一片白雪的遮蔽下写下这封信的。当你收到并用手触摸它时,便会明白它本身何其冰冷,并生动刻画出发信人蛰居洞穴、连头都无法伸出房间之外的情状。因为我们把房屋视作坟墓,直至春季来临,将原本如同死人的我们引向新生,并如赋予植物一般再次赐予我们生命。

§351

Βασίλειος Λιβανίῳ Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσθαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον, καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. τίς δὲ ὁ ἀγών; τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστήσασθαι.3 ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. ὁ γὰρ Λιβάνιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτός, τίς ἂν γένωμαι4 νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.

巴西尔致利巴尼乌斯 许多从你那里前来与我们相遇的人,都对你在言辞方面的才华赞叹不已。他们说举行了一场极其辉煌的公开展示,正如他们所言,那是一场规模空前的盛大较量,以至于全城的人都蜂拥而至,城中不见任何他人,唯见利巴尼乌斯一人在论辩施展,而所有年龄段的人都在倾听。因为没有任何人认为自己应当置身于较量之外——既非身居显贵地位之人,亦非在军籍册上声名显赫之人,更非从事粗鄙手艺之人;甚至连妇女们也争先恐后地赶来亲临现场。那么,这究竟是一场怎样的较量?召集了这全城盛会的一篇言辞究竟是什么?他们向我禀报说,那篇言辞采用了脾气乖僻者的性格作为题材。请不要迟疑,将这篇备受赞叹的文作寄给我吧,好让我亦能成为你言论的赞美者。因为哪怕在作品之外便已称赞利巴尼乌斯的人,如今既已寻得赞美的具体题材,又将成为何等热烈的赞美者呢?

语法注4 条
  1. 347ἢ τῆς χρείας γινόμενος

    与前面的“οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος”(并非真有需要,而只是炫耀辞藻)形成对照的并列分词短语。属格“τῆς χρείας”在此带有分离或超越的意味,表达“自命超脱于物质需要之态”。

  2. 349τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας

    使役动词“μεταμφιάσω”(使……改穿/重新披上)支配的双重宾格结构,分别接表示受动对象的“τοὺς ἄνδρας”以及表示衣着品质的“τὴν εὐγένειαν καὶ τὸ ἐμμελές”。

  3. 351δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστήσασθαι

    承接前文“ἤγγειλαν”的宾格加不定式结构。“τὸν λόγον”作不定式的主语,中动态不定式“ἐνστήσασθαι”意为“立下/采纳……为题材”,支配宾语“δυσκόλου τρόπον ἀνδρός”(怪癖者的性格)。

  4. 351τίς ἂν γένωμαι

    疑问词“τίς”与“ἄν”连用并搭配不定过去时虚拟式“γένωμαι”。在拟阿提卡风格的希腊语中,独立疑问句中的“ἄν”加虚拟式表达潜在推测或深思式反问,意为“(如果那样)我将成为怎样的一位赞美者呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:347-351