← 该撒利亚的巴西流

书信集

§33-34

为格列高利求援与哀叹塔尔索斯之危

巴西尔致信阿布尔吉乌斯,恳请其援手帮助深陷世俗纠纷困扰的格列高利主教;随后致信尤塞比乌斯,哀叹教会重镇塔尔索斯的沦丧危机,并称忆及对方的美德乃是眼下唯一的慰藉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

Ἀβουργίῳ Καὶ τίς οὕτω παλαιὰν ἑταιρείαν οἶδε τιμᾷν, καὶ ἀρετὴν αἰδεῖσθαι, καὶ κάμνουσι συναλγεῖν, ὡς αὐτὸς σύ; ἐπεὶ οὖν τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν Γρηγόριον τὸν ἐπίσκοπον κατέλαβε πράγματα, οὔτε ἄλλως φορητὰ καὶ μάλιστα τῷ ἤθει αὐτοῦ ὑπεναντία, ἔδοξεν ἡμῖν κράτιστον εἶναι ἐπὶ τὴν σὴν καταφυγεῖν προστασίαν καὶ παρὰ σοῦ τινὰ πειραθῆναι εὑρέσθαι λύσιν τῶν συμφορῶν. συμφορὰ γάρ ἐστιν ἀφόρητος πράγματα ἀναγκάζεσθαι λέγειν τὸν μὴ πεφυκότα μηδὲ βουλόμενον, καὶ χρήματα ἀπαιτεῖσθαι τὸν πένητα, καὶ ἕλκεσθαι εἰς τὸ μέσον καὶ δημοκοπεῖσθαι τὸν πάλαι δι’ ἡσυχίας τὸν βίον παρελθεῖν κρίναντα. εἴτε οὖν τῷ Κόμητι τῶν θησαυρῶν διαλεχθῆναι χρήσιμον εἶναι κρίνεις εἴτε τισὶν ἑτέροις, τῆς σῆς ἂν εἴη συνέσεως.1

致阿布尔吉乌斯 又有谁能像你本人一样,懂得重视旧日交情、敬仰美德并同情受苦之人呢?因此,既然我们那至受上帝所爱的弟兄格列高利主教遭遇了种种纠纷——这些在任何情况下皆难以忍受,且尤其与他本性全然不合——我们便认为,投奔你的庇护并力图从你那里寻得摆脱这些不幸的某种解脱之道,乃是上策。因为,一个生来既不擅长亦不愿介入词讼之人被迫卷入纷争,一个穷人被追索钱财,一个早已决意在宁静中度过一生之人被拖入公众场合受人议论非议,这实是难以忍受的不幸。因此,究竟是与国库伯商谈有利,还是与某些其他人交涉,全凭你的明智来定夺。

§34

Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Πῶς ἂν σιωπήσαιμεν ἐπὶ τοῖς παροῦσιν; ἤ, τοῦτο καρτερεῖν μὴ δυνάμενοι, ἄξιόν τινα λόγον τῶν γινομένων εὕροιμεν, ὥστε μὴ στεναγμῷ προσεοικέναι τὴν φωνὴν ἡμῶν, ἀλλὰ θρήνῳ τοῦ κακοῦ τὸ βάρος ἀρκούντως διασημαίνοντι; οἴχεται ἡμῖν καὶ ἡ Ταρσός. καὶ οὐ τοῦτο μόνον δεινόν, καίπερ ἀφόρητον ὄν· ἔστι γὰρ τούτου χαλεπώτερον πόλιν τοσαύτην, οὕτως ἔχουσαν εὐκαιρίας, ὥστε Ἰσαύρους καὶ Κίλικας, Καππαδόκας τε καὶ Σύρους δι’ ἑαυτῆς συνάπτειν, ἑνὸς ἢ δυοῖν ἀπονοίας ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον,2 μελλόντων ὑμῶν καὶ βουλευομένων καὶ πρὸς ἀλλήλους ἀποσκοπούντων. κράτιστον οὖν, κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν (πάντως δέ μοι πολλὴ ἀφθονία, διὰ τὴν σύνοικον ἀῤῥωστίαν, τῶν τοιούτων παραδειγμάτων), οἳ ἐπειδὰν τὸ τῆς ὀδύνης μέγεθος ὑπερβάλῃ, ἀναισθησίαν τῶν πόνων ἐπιτεχνῶνται τῷ κάμνοντι, καὶ ταῖς ἡμετέραις αὐτῶν ψυχαῖς, ὡς μὴ ταῖς ἀφορήτοις ὀδύναις συνέχεσθαι, ἀναλγησίαν τῶν κακῶν συνεύξασθαι.3 οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀθλίως ἔχοντες, μιᾷ παραμυθίᾳ κεχρήμεθα, πρὸς τὴν σὴν ἀπιδεῖν ἡμερότητα, καὶ ἐκ τῆς σῆς ἐννοίας καὶ μνήμης πραῧναι τῆς ψυχῆς τὸ λυπούμενον. ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς, ἐπειδάν ποτε συντόνως τὰ λαμπρὰ καταβλέψωσι, φέρει τινὰ ῥᾳστώνην πρὸς τὰ κυανὰ καὶ χλοάζοντα τῶν χρωμάτων ἐπανελθεῖν, οὕτω καὶ ταῖς ἡμετέραις ψυχαῖς, οἷον πραεῖά τις ἐπαφὴ τὸ ὀδυνηρὸν ἐξαιροῦσα, ἡ μνήμη τῆς σῆς πραότητος καὶ ἐμμελείας ἐστί· καὶ μάλιστα ὅταν ἐνθυμηθῶμεν ὅτι τὸ κατὰ σεαυτὸν ἅπαν ἐπλήρωσας. ἐξ ὧν ἱκανῶς καὶ ἡμῖν τοῖς ἀνθρώποις, ἐὰν εὐγνωμόνως τὰ πράγματα κρίνωμεν, ὡς οὐδὲν ἐκ τῆς σῆς αἰτίας ἀπόλωλεν ἐνεδείξω, καὶ παρὰ Θεῷ τῆς τῶν καλῶν προθυμίας μέγαν σεαυτῷ τὸν μισθὸν κατεκτήσω. χαρίσαιτο δέ σε ἡμῖν καὶ ταῖς ἑαυτοῦ ἐκκλησίαις ὁ Κύριος, ἐπʼ ὠφελείᾳ τοῦ βίου καὶ διορθώσει τῶν ψυχῶν ἡμῶν, καὶ καταξιώσειε πάλιν τῆς ἐπωφελοῦς συντυχίας σου.

致萨摩萨塔主教尤塞比乌斯 面对眼下的情势,我们怎能保持缄默?或者,若无法忍受缄默,我们又怎能找到配得上眼前事态的言辞,使我们的声音不像一声叹息,而是一曲能充分表达灾祸沉重的哀歌?对我们而言,连塔尔索斯也丧失了。而可怕的不仅在于此,尽管这已难以忍受;因为比这更为严酷的是,这样一座如此优越、能将伊苏利亚人与基利家人、卡帕多细亚人与叙利亚人经由自身维系在一起的泱泱大城,竟在你们犹疑迟延、商榷思忖、彼此相望之际,沦为了一两个败坏之徒疯狂盲动下的副产物。因此,正如医生的计策一样——由于长年缠身的疾病,我对此类先例有着充裕的体会——每当剧痛超乎限度,他们便为病患施计使其对疼痛麻木;对于我们自己的灵魂而言,最上之策亦是同心祈求对恶事麻木不仁,以免受制于难忍的剧痛。然而,纵然处境如此凄惨,我们仍抱有一个安慰:仰望你的温厚,并藉着对你的意念与记忆来抚平灵魂受创之处。因为如同眼睛在凝神注视刺目的强光之后,转向深青与草绿的色彩便能带来某种舒缓一样,对我们灵魂而言,记起你的温良与谐调亦犹如抚平创痛的轻柔触摸;尤其是当我们想到你已尽了你个人一切当尽之分时,更是如此。藉着这些,假使我们能公正地判断情势,你不仅向我们世人充分证明了绝无任何损失是由你的过失所致,亦在上帝面前因你对良善之事的竭诚而为自己赢得了巨大的赏报。愿主为我们及祂自己的众教会保守你,以益于我们的生命并归正我们的灵魂,且愿祂使我们能再次配得上与你蒙享互益的相聚。

语法注3 条
  1. 33τῆς σῆς ἂν εἴη συνέσεως

    属格 τῆς σῆς συνέσεως 与系动词 εἴη 连用,构成表示职责或所属的表语属格(“属于你的智慧管辖”/“端赖你的明智决定”)。ἄν 搭配祈愿语气构成潜势表达,表示委婉客气的断言。

  2. 34ἑνὸς ἢ δυοῖν ἀπονοίας ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον

    此句包含语序错置(hyperbaton):名词短语 ἑνὸς ἢ δυοῖν ἀνθρώπων ὀλέθρου(“一两个毁灭性的人”)中间嵌入了 ἀπονοίας(“狂妄/盲动”),整体充当 πάρεργον 的属格修饰语(“沦为一两个败坏之徒盲动疯狂之下的副产物”)。

  3. 34κράτιστον οὖν ... συνεύξασθαι

    句子的核心骨架为 κράτιστον [ἐστί] ... συνεύξασθαι(“……共同祈求乃是上策”)。中间插入了关于医生的长比喻从句(κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν ... ἐπιτεχνῶνται τῷ κάμνοντι),使得表语形容词 κράτιστον 与其主语不定词 συνεύξασθαι 之间相距甚远。与格短语 καὶ ταῖς ἡμετέραις αὐτῶν ψυχαῖς 依附于不定词 συνεύξασθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:33-34