← 该撒利亚的巴西流

书信集

§344-346

与利巴尼乌斯论沉默之责及门生品行的通信

巴西尔以问候致信并责备利巴尼乌斯的沉默;利巴尼乌斯则回忆起巴西尔昔日不肯向其传授荷马诗篇的往事作谐谑的回应,并在随后的一封信中通报了巴西尔所托付青年的优良品行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§344

Βασίλειος Λιβανίῳ Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία·1 τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.

巴西尔致利巴尼乌斯 畏惧与学识的匮乏,促使我不敢不断向你渊博的学养修书;然而对于你那极富韧性的长久沉默,又有什么能为其免除责难呢?倘若有人想到你这般沉浸于言辞之中的人竟然迟疑于寄信,他定会判定你已将我们遗忘。因为对于言谈信手拈来之人,修书寄信亦绝非难事。掌握了这些才具却依然保持缄默者,显然是出于傲慢或遗忘而如此行事。然而,我却要以一声问候来报答你的沉默。那么,最可敬的君子啊,愿你安好!若你愿意,便请来信;若这更合你意,亦可不写。

§345

Λιβάνιος Βασιλείῳ Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος, ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης, καὶ λέγοντος εὐφραινόμενος, καὶ μόλις ἀπαλλαττόμενος, καὶ πρὸς τοὺς ἑταίρους λέγων, ὡς Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλʼ ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ δῆλον. τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν.2 δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου, μή με καὶ δεύτερον ἀδικῇς. οἶμαι δὲ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· Βασίλειος ἠδίκηκέ τι κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακός, καὶ Μίνως, καὶ ὁ τούτου δὲ ἀδελφός. Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας, ἣν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳ σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν ὕβρισεν Ἀγαμέμνων ἐθεράπευε δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαι δοκῶ;

利巴尼乌斯致巴西尔 我想,我更需要为没有早些提笔给你写信而辩护,而非为如今开始写信而请求宽恕。因为我正是那样一个人:每当你现身,我便飞奔上前,极其快意地倾听你舌端流淌出的溪流,因你的言谈而欢欣,依依不舍地离去,并对同伴们说:“此人之美妙胜过阿刻罗俄斯的女儿们,其程度正如他虽如她们一般施展诱惑,却不像她们那样带来伤害;不仅不加伤害本是小事,而且此人的歌咏对领受者而言更是显而易见的收益。”因此,对我这样一个心怀此意、自认亦蒙你垂爱、且被认为通晓辞章的人而言,若竟不敢修书寄信,将是极端的怠惰之举,且这同时无异于自甘受罚。因为显而易见的是,你必将以优美而宏大的手札回报我这封简短拙劣的书信,且想必会小心戒备,免得再次辜负于我。但我料想许多人听到这话必会大声抗议,围拢在事情周围高呼道:“难道巴西尔会做哪怕丝毫的不义之事吗?若果真如此,那么埃阿科斯、米诺斯以及他的兄弟亦是不义之徒了!” 然而我承认,你在其他一切方面皆已胜出;凡见过你之人,谁会不心生艳羡?但你却对我们犯下过一件过错,若我将此事向你重提,还请你劝说那些愤慨之人切莫喧哗呼喊。凡来到你面前请求施予恩惠——哪怕是极易赐予之物——的人,未曾有一人空手遗憾而归。然而,我却正是那些恳求恩惠而未得之人中的一员。那么,我当时所求为何?往昔在长官衙署中屡次与你相聚时,我便渴望借由你的睿智探入荷马那神圣激情的深奥境地;倘若无法窥其全貌,你至少也当领我们进入这份遗产的某一部分。我所热切渴望的,乃是希腊联军陷入困境之际,阿伽门农以礼物安抚他曾侮辱之人的那一片段。我说这番话时,你只是付之一笑,既无法否认自己只要愿意便能做到,却又不甘心慨然相赠。如今在你以及那些因我说你不义而愤慨的人看来,难道我不算是受了委屈吗?

§346

Λιβάνιος Βασιλείῳ Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν, αὐτὸς κρινεῖς. ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν, διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. ὃ δὲ πρὸς τῶν λόγων ἐπαινεῖς,3 τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τούτου πεποίηνται πρόνοιαν, καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τοῦ πέμψαντος μεμνημένους. δέχου δὴ τὰ σεαυτοῦ, καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν, ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.

利巴尼乌斯致巴西尔 对于你送来的那些青年,我们在辞章学问上是否有所助益,当由你自己来裁决。但我指望,即便微不足道,借由你对我们的友谊,它亦能博得巨大的声誉。至于你在言辞之外所称赞的美德——即节制与不让灵魂屈从于不体面的享乐——他们对此极为用心留神,并正如理所应当的那样,铭记着送他们前来之人度过了这段时光。因此,请接纳属于你的人,并赞许那些以其品行令你我增光添彩之人吧。至于敦促你予以援助,这便如同去敦促一位父亲救助自己的孩子一样了。

语法注3 条
  1. 344Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία

    句首带冠词的宾格不定式短语(Τὸ μὴ συνεχῶς με γράφειν ...)充当谓语动词 πείθουσι 的直接宾语,通过语序倒装置于复合主语 τό τε δέος καὶ ἡ ἀμαθία 之前以示强调;动词 πείθω 在此作“促使/致使某人做某事”解,支配带不定式的宾格短语。

  2. 345τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν

    本句核心结构为:宾格不定式短语(τὸν ... με ... μὴ τολμᾷν ἐπιστέλλειν)作省略系词的主语,其表语为表示性质与特征的表语属格 ἐσχάτης ἀργίας(“属于极端怠惰之举”)。随后的并列分句 καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν 中,属格分词 ζημιοῦντος 同样作为表语属格使用(“属于自损者之举”)。

  3. 346ὃ δὲ πρὸς τῶν λόγων ἐπαινεῖς

    介词短语 πρὸς τῶν λόγων 与前文的 περὶ τοὺς λόγους(关于辞章)相对照,在此表示“在言辞/辞章之外”、“除言语之外亦……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:344-346