- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:340-343
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
利巴尼乌斯称赞巴西尔自谦之辞中展现的绝妙文才,确信其辞章底蕴历久弥新;继而恳求巴西尔释怀嗔怒并复信。巴西尔以玫瑰带刺为喻笑纳对方信中的微词,利巴尼乌斯再度对其非凡才思表示叹服。
Λιβάνιος Βασιλείῳ Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας. καλεῖς γάρ με σοφιστήν· τοῦ τοιούτου δὲ εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δʼ αὖ μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλήν, οὐκ οὖσαν καλήν· εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω· ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. καὶ ταῦτα πείθειν ἐπιχειρῶν, οὕτω καλὴν καὶ ταύτην, ἣν λέγεις κακῶς, εἰργάσω τὴν ἐπιστολήν, ὥσθʼ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴ πηδᾷν1 ἀναγινωσκομένης. ἐθαύμασα οὖν, ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας, τῷ φάναι ταύτῃ τὴν προτέραν ἐοικέναι, ταύτῃ τὴν προτέραν ἐκόσμησας. Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλόμενον, χείρονα ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. ἀλλʼ οὐκ ἦν, οἶμαι, σόν, ἀδικῆσαι τὴν ἀλήθειαν. ἠδίκητο δʼ ἄν, γράφοντος ἐξεπίτηδες φαυλότερα,2 καὶ οὐ χρωμένου τοῖς οὖσι. τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ, πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. βιβλίων μὲν οὖν, ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου, καὶ οὐδεὶς κωλύει. τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς, καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι χρόνος, οὐδʼ ἂν ἥκιστα ἄρδοις.
利巴尼乌斯致巴西尔 纵使你曾深思熟虑良久,探寻该如何最恰切地赞同我们评述你手札的书信,依我看,你也绝不可能通过比写下眼下这般言辞更好的方式来达成此举。因为你称我为智者,并声称随心所欲化小为大、反之又化大为小,正是此等人物的本领。你甚至断言,我的书信企图将你那封并不出色的书信粉饰为佳作,且那封信比起你眼下寄来的这一封绝好不到哪里去;你更声称,在你那里已全然没有任何文辞造诣,因为如今手中的典籍并不能带来这种能力,而你昔日所拥有的辞章才学亦已流失殆尽。然而,就在你极力使人相信这些说法的同时,你却把这封被你贬抑的书信写得如此精妙绝伦,以致同我们在一起的在座众人在朗读之时都忍不住为之雀跃。因此我甚为叹服:你本想借由宣称前信与此信相似,企图以此信贬抑前信,结果却正是借由这封信,反倒为先前的书信平添了光彩。 其实,倘若真有人蓄意如此,本应故意将此信写得拙劣,借以毁损前信的声誉。但在我看来,违背真实绝非你的本性;而若故意写得粗陋,不施展现有的才具,真实便会被损害了。因此,不指责理当赞扬之物,亦是出于同一种操守,免得这一举动在试图将宏大之物化为卑微时,反将你卷入智者的行列之中。因此,你若要坚守那些自称文辞虽拙劣、思想却更纯粹的典籍,便请自便吧,绝无人加以阻拦。然而,那些永远属于我们、且昔日亦属于你的辞章根基,只要你尚在人世,便依旧长存且必将长存;无论岁月的长河如何流逝,纵使你极少对其浇灌,也绝无可能将其斩断。
Λιβάνιος Βασιλείῳ Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν. ἀλλʼ εἰ μὲν ἀφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; εἰ δὲ ἔτι κατέχεις, ὃ πάσης λογίας ψυχῆς καὶ τῆς σῆς ἐστιν ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν, αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; ἢ τάχα ζημιῶσαί με προείλου τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος, καὶ δὸς ἀπολαῦσαι τῆς παγχρύσου σου γλώττης.
利巴尼乌斯致巴西尔 你尚未向我消解怨尤,以致我提笔作书之时犹在战栗。但倘若你已然释怀,最杰出的君子啊,为何却不修书寄来?若你仍旧怀着那份与一切博雅之灵及你自身的心性皆格格不入的愤懑,那么在向他人宣讲不可含怒到日落的时候,你自己又怎能任其经受了无数次日落而始终不消呢?抑或是你竟决意要剥夺你那如蜜般甜美的话语,以此作为对我的惩戒?高尚的君子啊,千万切莫如此,还请息怒宽怀,容我得享你那纯金般的锦绣辞章吧。
Βασίλειος Λιβανίῳ Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ πρὸς αὐτὰς τὰς ἀκάνθας, ὧν τὸ ἄνθος ἐκφύεται, δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν, παίζοντος τάχα ἢ καὶ σπουδάζοντος, ὅτι, καθάπερ ἐρωτικά τινα κνίσματα τοῖς ἐρασταῖς, τὰς λεπτὰς ἐκείνας ἀκάνθας ἡ φύσις τῷ ἄνθει προσέφυσε, πρὸς μείζονα πόθον τοῖς εὐπλήκτοις κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. Τί βούλεταί μοι τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον;3 πάντως οὐδὲν δεῖ σε διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου, ὅλον ἡμῖν τὸ ἔαρ τῇ εὐγλωττίᾳ διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθʼ ἡμῶν ἐξηκάνθωτο. ἀλλʼ ἐμοὶ τῶν σῶν λόγων καθʼ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα, πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.
巴西尔致利巴尼乌斯 凡倾心于玫瑰之人——正如爱美者理当如此——便不会对花朵赖以滋生的那些荆棘心生厌恶。我曾听人谈及它们〔荆棘〕,不知是戏谑还是庄论,说是正如给予恋人们的某些爱的刺痛一般,自然之所以将那些纤细的刺赋予花朵,正是为了以其易刺的芒尖过度撩拨采摘者,激发起他们更炽烈的向往。 这引入我书信中的玫瑰究竟何意?只要你念及自己的来信,想必绝不需要任何解释;因为你的来信既蕴含着玫瑰的芳华,以其高超的雄辩向我们展露了整个明媚的春天,却又因对我们的一些抱怨与责难而布满荆棘。然而对我而言,你言辞中的荆棘亦足以令人愉悦,反倒引燃了我对这份友谊更深切的渴慕。
Λιβάνιος Βασιλείῳ Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοῦ μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαί, κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖς δὲ εἰ μὴ καθʼ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾷν.
利巴尼乌斯致巴西尔 若这尚且是出自怠惰迟钝之舌,倘若你将其磨砺锋芒,又该是何等气象!因为在你口中蕴藏着言辞的泉源,甚至胜过奔流灌注的溪涧;而我们若非每日得到浇灌,便只剩下一片沉默了。
- 340οὐκ εἶχον μὴ πηδᾷν
由表示“能够”的 ἔχω + 不定式 的否定形式(οὐκ εἶχον)叠加上否定词 μή 构成的结构。字面意为“他们无法不跳跃”,实为表达强烈冲动或不可遏制之情的双重否定习惯用法:“他们禁不住雀跃起来”。
- 340ἠδίκητο δʼ ἄν, γράφοντος ἐξεπίτηδες φαυλότερα
主句使用过去完成时直陈语气加 ἄν(ἠδίκητο ἄν)表示对过去的非真实条件假设(“真理本就会被损害”)。分词属格独立结构 γράφοντος 省略了由上下文易推知的主语代词(σοῦ),在句中充当与过去事实相反的条件从句(“倘若你故意写得粗鄙拙劣”)。
- 342Τί βούλεταί μοι τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον;
短语 τί βούλεται 搭配主格主语及相关与格(μοι),是古典希腊语中表示“(对我而言)……意味着什么/有何用意?”的惯用表达。被动分词 ἐπεισαγόμενον(“被引入书信中的”)作定语修饰主语 τὸ ῥόδον。
