← 该撒利亚的巴西流

书信集

§338-339

与利巴尼乌斯就文才赞赏及托付学子的往来书信

利巴尼乌斯称赞巴西尔文辞绝妙并承诺厚待贫寒学子,巴西尔则以幽默的比喻回应利巴尼乌斯的谦让,并托付了一位青年。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§338

Λιβάνιος Βασιλείῳ Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις, τό, Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης. πολλοὺς γάρ, οἶμαι, πέμψεις, ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ1 χρώμενος, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας. Ἀλλʼ ὅ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι, καὶ ὁ πάντα ἄριστος Ἀλύπιος Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, Νενικήμεθα, ἔφην, μειδιῶν τε ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην; ἤροντο· καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν ἥττημαι· Βασίλειος δὲ κεκράτηκε. φίλος δὲ ὁ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι. ταῦτα εἰπόντος ἐμοῦ, παρʼ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες. ἡ ψῆφος δὲ ἠνέχθη, μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει, δείξων οἶμαι καὶ ἄλλοις, καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια, καὶ νίκα· τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν.2 Καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖται τὰ παρʼ ἡμῶν· ἀλλʼ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων· ἀλλʼ οὐδὲν κωλύσει ταύτῃ γε εἶναι βελτίονας. μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον, τὸ ἐπίστασθαι πονεῖν.

利巴尼乌斯致巴西尔 我深知你定会屡次写下这样的话:“看哪,又有一位卡帕多细亚人来到你那里了。”因为我想你定会送来许多人,你随时随地都在对我施以赞誉,并正是借此激励着父兄与子弟。 然而,关于你那封绝妙的书信所发生之事,若秘而不宣实为不合情理。当时正有许多位曾任显贵之职的人坐在我身旁,其中亦包括那位著名的希厄罗克勒斯的侄儿、诸事皆臻卓越的阿吕皮乌斯。送信人将书信呈递上来后,我默默通读了全篇,含笑而喜道:“我们被击败了!”他们便问:“你是在何种较量中落败的?既然落败,又怎会不觉沮丧?”我答道:“在书信的辞章优美上,我甘拜下风;巴西尔拔得了头筹。但这位君子是我的挚友,这便是我由衷欣喜的缘故。”我这般说了之后,他们便切望从书信本身一窥那番胜利。于是阿吕皮乌斯朗读起来,在座之人悉心倾听。众人最终裁定,我所言绝非虚妄。那位朗读之人甚至手持书信径自离座而出,想必是为了展示给他人看,好不容易才归还予我。因此,请继续写来类似的书信并连连取胜吧;因为这才是真正的击败我。 你料想我们在此所授之业并不以金钱多寡衡量,这一猜测亦甚为中肯。对于无力支付之人,只要诚心渴望求学便已足矣。若我察觉有谁身处贫困却热爱辞章学问,此人便当先于富家子弟受到优待。尽管我们自身未曾经历过这般宽厚的师长,但这一点丝毫不能阻碍我们在这方面做得更优。因此,只要拥有“懂得勤勉劳作”这独一无二的品格,任何贫寒之士都毋庸踟蹰于前来此处。

§339

Βασίλειος Λιβανίῳ Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι τῆς τέχνης ὡμολόγηται, καὶ τὰ μεγάλα μικρὰ ποιεῖν ὅτε βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγεθος; ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. τὴν γὰρ ἐπιστολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ, ὡς ἡττηθῆναι δῆθεν αὐτῆς, καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν· ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρʼ ἑαυτῶν νίκαις παραχωρῶσι τοῖς παισὶν ἐναβρύνεσθαι, οὔτε ἑαυτούς τι ζημιοῦντες, καὶ τῶν παίδων τρέφοντες τὸ φιλότιμον. Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν3 εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ· οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν·4 πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον ἀσθενείας ὑπόδειγμα· ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγανται τῆς δυνάμεως, οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, ἢ εἰ τὸν βάρβαρον ἦγες ὑπὲρ τὸν Ἄθω πλέοντα. ἀλλʼ ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν, ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρʼ ἐκείνων φθεγγόμεθα, νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ· εἰ γάρ τι καὶ ἦμεν παρʼ ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα. Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν, ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιούμενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. τὸν υἱὸν Ἀνυσίου ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος.5 γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ τε καὶ σοφιστῇ.

巴西尔致利巴尼乌斯 一位智者——尤其是像你这样公认将“随心所欲化大为小、点石成金赋予微末事物以宏大”视为自身技艺特质的智者——还有什么话说不出来呢?你对我们所施展的,恰恰正是这般本领。那封简陋不堪的书信——正如你们这些浸淫于辞章雅趣之人所会称呼的那样——比起你手中如今这一封来绝好不到哪里去,你却以卓越的言辞将其捧得如此崇高,以致仿佛当真败于其下,拱手将书信写作的桂冠让给了我们。你的举动正如父亲与孩子们嬉戏一般,当他们将本属于自己的胜局让给孩子们去炫耀骄矜时,自身毫无损失,却培育了子嗣的上进之心。 事实上,你在与我们打趣戏言中所发表的这番言辞,蕴含着莫大的乐趣。这简直就像波吕达马斯或米隆这样的搏击巨擘,竟自愿在角力或摔跤较量中向我俯首退让一般;因为在多方审视斟酌之后,我找不出任何软弱的范例。因此,凡探求辞章极境之妙的人,见你竟能以此等方式屈尊与我们打趣嬉戏,必当比见你描摹那异族蛮王扬帆越过阿索斯山还要更加赞叹你的非凡造诣。然而,可敬的尊友,我们平日所相伴的是摩西、以利亚以及诸如此般有福的圣贤,他们以异邦之言向我们传达自己的教导,而我们所吐露的亦皆承袭自他们——所思固然真纯,文辞却鲁钝无文,正如眼下这些言语所昭示的那样;纵使我们曾从你们那里学得一鳞半爪,亦已随着岁月的流逝而遗忘殆尽了。 还是请你为我们修书吧,另立书信的题旨,既能彰显你的卓绝才识,又不至让我们相形见绌而暴露拙劣。阿纽西乌斯的儿子,我已作为自己的爱子引荐给你了。倘若他是我的子嗣,那这孩子便当如其父一般,“贫家生贫子”。对于一位博学者兼智者而言,这一格言自是心照不宣。

语法注5 条
  1. 338τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ

    介词 κατά 接属格通常表示敌对或指责(“反对……”),但此处修饰 ἐγκώμιον 时起宾格性作用,意为“关于我/针对我的赞美”。

  2. 338τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν

    不定式 νικᾷν 后的宾格 ἐμέ 作其直接宾语,意为“因为这才是击败我”。语境中指巴西尔写出同等佳作,对利巴尼乌斯而言即是一种令人欣然接受的“战胜我”。

  3. 339ἀμύθητον ὅσην ἡδονὴν

    短语 ἀμύθητον ὅσην 是关系词与形容词融合的习语结构(相当于“难以言表的巨大”),形容词 ἀμύθητος 与关系形容词 ὅσην 一体化,修饰宾语 ἡδονήν。

  4. 339οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν

    由 οἷον 引导的类似独立属格的结构,将前述戏言的情境具象化为生动的比喻。引入古代著名的巨力运动员波吕达马斯与米隆,以属格分词结构作为例证性插入语。

  5. 339πένης ἐκ πένητος

    以介词 ἐκ 表示出身的希腊语俗谚公式(“贫人所生之贫人”)。巴西尔借此指涉自己所处的禁欲与清贫生活,风趣地将自己名义上的“儿子”界定为继承了其灵性贫穷之人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:338-339