- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:336-337
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
利巴尼乌斯感谢巴西尔引荐有前途的青年,并关切地询问昔日门生菲尔米努斯的近况及其重返学业的可能性;巴西尔则回信将另一名属灵之子及其高贵的同伴引荐托付给利巴尼乌斯。
Λιβάνιος Βασιλείῳ Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. ἓν τοῦτο κέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον;1 ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομίζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν, καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· Τί νῦν ἡμῖν ὁ Βασίλειος δρᾷ, καὶ πρὸς τίνα βίον ὥρμηκεν; ἆρʼ ἐν δικαστηρίοις τρέπεται, τοὺς παλαιοὺς ῥήτορας ζηλῶν; ἢ ῥήτορας εὐδαιμόνων πατέρων ἀπεργάζεται παῖδας; ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύεσθαι, καὶ σκοπεῖν, ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος, ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας, σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυναμένους δεικνύναι πολίτην. Φίρμος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων, ἡλίκων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σὲ τὸν λέγοντα εἶναι,2 πόσον τι χρὴ νομίζειν ἐκείνῳ; Δοκεῖς δέ μοι καὶ τούτους ἀπεσταλκέναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν· οὐ γὰρ ἂν αὐτὸν οὐκ εἶχε τὰ γράμματα. καὶ νῦν τί ποιεῖ ἤ τί μέλλει Φιρμῖνος; ἔτʼ ἔστιν ἐν τοῖς τῶν γάμων πόθοις, ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ ἡ βουλή, καὶ πᾶσα ἀνάγκη μένειν; ἢ τίνες εἰσὶν ἐλπίδες, ὡς αὖθις ἔσται λόγων κοινωνός; ἀποκρινάσθω τι ἡμῖν, καὶ εἴη μέν τι χρηστόν· εἰ δʼ οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρʼ ὑμῖν; ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπʼ αὐτόν; ὁρᾷς, ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδόκας παύσομαι· ἀλλʼ εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδεμίαν. τὸ δὲ συνειλεγμένον ὅσον ἐστίν, αὐτὸς εἴσῃ, καὶ ἴσως οὐ μέμψῃ. πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν, τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; εἴπερ γὰρ εὖ φρονοῦσιν οἱ βουλεύοντες, πρέποι δʼ ἂν ἀνθρώποις πεπαιδευμένοις, τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύπησαν.
利巴尼乌斯致巴西尔 时隔多日,有一位卡帕多细亚青年来到了我们这里。仅凭他是卡帕多细亚人,这就已是一大幸事;而且这位卡帕多细亚人还出身于显贵门第,这是第二大幸事;此外,他还为我们带来了令人钦佩的巴西尔的书信。对此,谁又能说出还有什么比这更重大的呢?因为你以为我已将你遗忘,而我早在你年轻之时就对你满怀敬佩——见你在节制方面足以同长老们匹敌,且那还是在沉溺于享乐的城邑之中,而且当时你便已具备了极高的雄辩才能。而当你认为亦有必要前往雅典游历,并说服凯尔苏斯同行时,我便与依附于你心灵的凯尔苏斯一同欣喜。及至你返乡定居故土,我曾自忖:“如今我们的巴西尔在做些什么,他又投身于何种生活呢?难道他是效法古代演说家而奔波于法庭之中?抑或是正把富豪之家的子弟培养成演说家呢?”然而,当有人前来报告,说你正行走在远胜于这些途径的道路上,思忖着如何才能更多地成为上帝之友,而非积敛黄金,我便为你和卡帕多细亚人深感庆幸——庆幸你矢志成为这样的人,亦庆幸他们能展现出这样一位公民。 至于那位著名的菲尔姆斯,我深知他无论何处都始终独占鳌头;因为他的言辞力量源于此处。尽管他享誉甚多,但我不知他是否曾享有如我如今在你的来信中所听闻的这般盛赞。因为说出“无人能超越其声誉”的人正是你,对此他该当视作何等崇高的荣誉呢? 不过在我看来,你似乎是在见到菲尔米努斯之前就将这些人派出的;否则信中不可能对他只字不提。如今菲尔米努斯在做些什么,又作何打算?他是依然沉溺于婚姻的渴望中,抑或那些事早已烟消云散,而市参事会的差役沉重,以致万不得已只得留下?或者,他重归辞章同仁之列尚有何等指望?让他给我们一个答复吧,但愿是令人宽慰的消息;纵然真有些许令人伤感之事,至少也能免去我们长久伫立城门翘首以盼之苦。倘若菲尔米努斯如今恰好身在雅典,你们那里的参事员们又会作何举动?难道他们会派出萨拉米尼亚号去追缉他吗?你看,唯有我一人遭到你同胞的侮慢。然而,我决不会停止爱戴和赞美卡帕多细亚人;我固然祈求他们待我更加友善,但即使他们依然故我,我也将坦然承受。菲尔米努斯在我们这里待了四个月,未曾虚度一日。他究竟积学几许,你自会知晓,想必也不会有所责难。然而,为了能使他再度前来此处,还应当延揽何人为助力呢?若参事员们尚有理智——这本是受过教养之人所应有的体统——既然他们在初次之事上已令人伤心,便当在第二次以尊荣相待。
Βασίλειος Λιβανίῳ Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης, υἱὸς ἐμὸς καὶ αὐτός· πάντας γὰρ ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο, ἐν ᾧ νῦν ἐσμεν. ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόντος, καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι ὅλως πλέον δυνατὸν ἔχειν τοὺς παρʼ ἡμῶν ἐρχομένους. τοῦτο δὲ λέγω, οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλεῖόν τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλʼ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης.3 Ἀρκοῦν δʼ ἂν εἴη τῷ νεανίσκῳ, πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας, ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν, ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης, ἣν ἔχεις ἐν τοῖς λόγοις. ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον· ὃν οὐδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.
巴西尔致利巴尼乌斯 看哪,又有一位卡帕多细亚人来到你那里了,他同样是我的儿子;因为我们如今所处的这般身份,将所有人都收纳为我们的子嗣。因此,至少在这一点上,他当是前一位青年的兄弟,且同样值得作为父亲的我与作为导师的你倾注同等的关切——倘若从我们这里前去之人果真有可能获得任何额外关照的话。我之所以这样说,并非以为你的博学会不肯对老友之人多施恩惠,而是因为你所提供的教益本就毫无保留地普施于众人。 对这年轻人而言,在经受岁月磨砺的检验之前,若能被列于你的亲近弟子之列,便已足矣。但愿你将他送还我们时,他既不负我们的祈愿,亦无愧于你在辞章学问中所享有的盛名。他还带了一位对辞章怀有同样热忱的同龄同伴,那青年同样出身名门,亦是我们的至交;我们深信,即使他在资财上远逊于他人,所得的教益也绝不会稍有不及。
- 336τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον;
指示代词 τουτὶ 作比较级 μεῖζον 的主语(或提示性宾格),疑问/关系代词属格 ὅτου 则作为比较属格受 μεῖζον 支配。配合带有潜在含义的祈愿语气 τίς εἴποι(省略 ἄν),整句构成反问句:“关于此事(τουτὶ),谁能说它比什么(ὅτου)更重大呢?(意即:还有什么比它更重大呢?)”
- 336τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σὲ τὸν λέγοντα εἶναι
整个句子的主语是带冠词的不定式短语 τὸ ... εἶναι(主谓结构为 πόσον τι χρὴ νομίζειν ἐκείνῳ)。在该短语内部,σὲ 作主格宾格,τὸν λέγοντα 作表语宾格(“说出……的人乃是你”),分词 λέγοντα 又支配了带 ἄν 的宾格加不定式结构 μηδένα ἂν ... ὑπερβαλέσθαι,该不定式代表了直接引语中的潜在祈愿语气(οὐδεὶς ἂν ὑπερβάλοιτο)。
- 337οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλεῖόν τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλʼ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης
此处由连词 ὡς 引导的两个独立属格结构形成对照。前半句通过双重否定(οὐχ ὡς οὐκ)配合带 ἄν 的分词 χαριζομένης 表达潜在含义(相当于潜在祈愿句,“并非说您的博学不会施予更多恩惠”),以排除某种主观揣测;后半句(ἀλλʼ ὡς ... προκειμένης)则指明真正的理由(“而是因为您的教益向所有人普施”)。
