← 该撒利亚的巴西流

书信集

§329-335

催促友人来信与指导抄写员的书简

巴西尔撰写的一组简短书信,包括对赠鱼的致谢与催求来信、对沉默友人的致信催促、就未落实指示的二度训诫、要求来信以证尚在人间、对速记员使用符号与对书法家笔直运笔的专门指点,以及向利巴尼乌斯推荐一位卡帕多细亚名门青年的信函。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§329

Φαλερίῳ Πάνυ ἡδέως ἐτέρφθην τοῖς ποταμίοις ἰχθύσι, μνησικακήσας αὐτῶν τὴν φυγὴν1 ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμματα. ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. εἰ δὲ ἥδιόν σοι σιωπᾷν, σὺ δὲ ἀλλʼ εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλίπῃς.

致法莱里乌斯 我极其欣喜地享用了这些河鱼,尽管对它们为了避寒而潜逃至遮蔽处的逃遁行为略有怨怼。然而对我们而言,您的来信比游鱼更为珍贵。因此,与其送鱼,毋宁多来书信。但若保持缄默对您更为惬意,至少请您不要停止为我们代祷。

§330

Ἀνεπίγραφος Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλῶν.

无题 从我寄信一事,可知我对您的爱意;从您的沉寂不语,我便明了您对我的厌弃。但今后无论如何请多写信,借助芦苇笔、墨水和寸幅纸张,以爱回报那些爱您之人。

§331

Ἀνεπίγραφος Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα, καὶ μάτην ἡμῖν ἐνοχλοῦσιν οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσιν ἡμῶν, καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθωσαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι’ ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.

无题 就同一件事两次修书实属徒劳。因为要么是这件事情本身毫无更正的余地,而那些向我们求告之人只是平白纷扰我们;要么便是收信之人将我们置之度外,以致我们修书于傲慢藐视之人,倒显得我们自讨没趣。既然您此前已就同一事宜收到过书信,而我们又被迫二度修书,那么倘若您尚有能力,便请予以更正;否则,便请让我们知晓,何以早先吩咐的事情久久未曾落实。

§332

Ἄλλη ἀνεπίγραφος Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. πῶς δὲ σὺ ὑπὲρ γῆν εἶναι νομισθείης, μηδέποτε φθεγγόμενος; ἀλλʼ ἄπωσαι τὴν σιωπήν σου, γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ζῇς.

另一篇无题 言语乃是活着的唯一标志。而您从未发出一言半语,又如何能被认作尚在人间?请抛开您的沉默吧,给我们写信,显明您自身确实还活着。

§333

Νοταρίῳ Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ τὸ τάχος ὁ γράφων. σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπους ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.

致速记员 言语的本性是带有翅翼的。正因如此,它们需要符号,以便在它们飞翔之时,抄写之人能够捕捉其速度。因此,年轻人啊,请将你的记号刻画完整,并依序打好标点。因为在微小的差错中,大量的言论就会被糟蹋;而凭借记录者的周到细致,所说之话才能得以准确保全。

§334

Καλλιγράφῳ Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς, ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος.2 ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.

致书法家 书写要平直,字行要端正;手既不可高高扬起,亦不可如堕深渊。切勿强令芦苇笔横行斜走,如同伊索寓言中的螃蟹;而应当笔直行进,宛如沿着木工的准绳行走一般——那准绳在各处都保持均等,剔除一切不齐之态。盖因斜曲令人不悦,而平直则悦人眼目,不会让读者的眼珠如井上辘轳般忽仰忽俯。在阅读阁下的笔墨时,我本人就遭遇了这般窘境。因各行文字如阶梯般错落分布,每当需要从一行过渡到另一行时,不得不把目光调整对准下一行的末尾。在此过程中,文脉踪迹全无,不得不再次回退寻找行次,循着犁沟往回摸索,恰如传说中忒修斯顺着阿里阿德涅的线团寻路一般。因此,请端正书写,切莫因字迹的歪斜曲折而使读者的心智迷失方向。

§335

Βασίλειος Λιβανίῳ Αἰσχύνομαι καθʼ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ. ἀλλʼ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν, τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων, οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομέν σοι, τοσοῦτον αὐτοῖς χαριζόμενος,3 ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι πρὸς τὰς πηγάς. Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρʼ ἡμῖν λαβόντος ὄνομα· ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενος αὐτόν, τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι, σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.

巴西尔致利巴尼乌斯 我深感惭愧,竟只能将卡帕多细亚人一个一个地引荐给您,而未能说服所有同龄青年尽皆追求言辞与教养,并奉您为这一修习的导师。然而,既然在人们各自选择适合自己的道路之际,不可能毕其功于一役,我们便将时时被说服之人差遣给您;给予他们的这番恩惠,丝毫不亚于那些引口渴者走向泉水之人的指引。 如今前来拜谒的青年,在与您相处一段时日之后,不久便会因其自身而受人器重。但眼下,他之所以声名在外,是因其父亲在我们这里以端正的操守和政治才能赢得了极高威望;其父亦与我结下了至深的友谊。为报答这份友情,我通过将这孩子引荐给您而向他施予此项恩惠——对于那些懂得鉴赏人之美德的人而言,这正是值得竭诚祈求的幸事。

语法注3 条
  1. 329μνησικακήσας αὐτῶν τὴν φυγὴν

    动词 μνησικακέω 通常带表示怨恨对象或由来的属格,而此处兼用了指代鱼类的属格 αὐτῶν 和表示具体内容的宾格(同源/内容宾格)τὴν φυγὴν,幽默地表达“怨恨游鱼避寒逃遁的行径”。

  2. 334ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος

    分词属格 τοῦ προσιόντος 在语境中修饰承前省略的阳性名词(如 στίχου,字行),指“紧接着前来的(下一)行”。由于各行字迹呈阶梯状参差不齐,读者在换行时不得不把视线被迫对准下一行错位的末尾部分。

  3. 335τοσοῦτον αὐτοῖς χαριζόμενος

    主句谓语动词 παραπέμπομεν 为第一人称复数,而分词 χαριζόμενος 却采用了阳性单数主格,构成了破格语法(意义一致)。这是作者巴西尔本人的个体意识(第一人称单数)在文饰性的复数表达中自然显露的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:329-335