- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:31-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信尤塞比乌斯主教,解释因饥荒而无法成行,托付其关照患病的亲属许帕提乌斯;在随后的致长官索弗罗尼乌斯的信中,他为深陷已故凯撒里乌斯遗产纠纷与诬告的格列高利主教辩护,请求对方运用行政影响力居中斡旋,并将剩余产业移交国库处理。
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστὶν ἡ ἐπὶ τῆς πόλεως διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπαθείας τῶν θλιβομένων. ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν προσοῦσαν ἡμῖν ἐκ φύσεως οἰκειότητα· αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ. Ὃς ὁποῖα μὲν κάμνει, οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπʼ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπʼ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν, καὶ δι’ ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν μεταστεῖλαι τοὺς εὐλαβεστάτους τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν· εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.
致萨摩萨塔主教尤塞比乌斯 饥荒尚未离我们而去,因此留在城中对于我们而言乃属必要,或是为了经管赈济,或是出于对受难者的体恤同情。为此,即便如今我也未能与最受尊敬的弟兄许帕提乌斯结伴同行;我称他为弟兄,绝非仅因客套礼遇,而是由于我们生来就有的亲属关系;因为我们流着同一样的血。 他遭受着怎样的病痛折磨,亦未曾瞒过你的尊荣。然而令我们悲伤的是,关于他的一切得安慰的指望均已被截断,因那些拥有医治恩赐的人,未被准许在他身上施行出任何惯常的疗效。因此,他再次呼求你的代祷相助。至于你,请应允这恳求,施展你惯常的关顾——既因你自己对受苦之人的怜悯心肠,亦因我们这些为他代求之人;倘若可行,请将诸弟兄中最虔敬者召至你身旁,以便在他得到照料时能置于你的眼目监护之下;若此举不可行,则请屈尊惠赐书信为他送行,并向沿途前方之人举荐他。
Σωφρονίῳ μαγίστρῳ Ἀπολαύει τοῦ καιροῦ καὶ ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ὁ ἐπίσκοπος· ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἀλλεπαλλήλοις, ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρʼ αὐτῶν εἰληφότος.1 Καὶ οὐ τὸ τῆς ζημίας βαρύ, πάλαι γὰρ ἔμαθε χρημάτων ὑπερορᾷν· ἀλλʼ ὅτι μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρετωτέροις τὸν τρόπον, οἱ κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· ἃ νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλωσαν εἰς τοὺς δεομένους,2 καὶ διὰ τὴν ἑαυτῶν προαίρεσιν καὶ διὰ τὴν φωνὴν τοῦ κατοιχομένου. λέγεται γὰρ τοῦτο εἰπεῖν ἀποθνήσκων, ὅτι τὰ ἐμὰ πάντα βούλομαι γενέσθαι τῶν πτωχῶν. ὡς οὖν διάκονοι τῆς ἐντολῆς τοῦ Καισαρίου, εὐθὺς αὐτὰ ᾠκονόμησαν συμφερόντως. καὶ νῦν περιέστηκε πενία μὲν Χριστιανοῦ, πολυπραγμοσύνη δὲ τῶν ἀγοραίων ἑνός. διὸ ἐπῆλθε τῇ πάντα ἐπαινετῇ σου καλοκἀγαθίᾳ δηλῶσαι, ἵνα καὶ τὸν ἄνδρα τιμῶν, ὃν ἐκ παλαιοῦ γνωρίζεις, καὶ τὸν κύριον δοξάζων τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰ τοῖς δούλοις αὐτοῦ γινόμενα, καὶ ἡμᾶς τιμῶν τοὺς ἐξαιρέτους σεαυτοῦ, καὶ διαλεχθῇς τῷ Κόμητι τῶν θησαυρῶν περὶ αὐτοῦ τὰ εἰκότα, καὶ τρόπον ἐπινοήσῃς, τῇ μεγάλῃ σαυτοῦ συνέσει, ἀπαλλαγῆς τῶν ἐφυβρίστων τούτων καὶ ἀφορήτων ὀχλήσεων. Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα, ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἡ ἀπόδειξις· ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ· ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις,3 διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον. ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου, ὅτι ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητούμενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπʼ ἀρχῆς. ὃ καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς· πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχεται συκοφαντῶν. Πρὸς οὖν ταῦτα πάντα τὴν σὴν σεμνότητα παρακαλοῦμεν στῆναι, καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν. οἶδας δὲ ὅπως βοηθήσεις τῷ πράγματι, ὥστε μὴ ἀναμένειν παρʼ ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἳ δι’ ἀπειρίαν τῶν τοῦ βίου πραγμάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυτοῦ φρονήσεως ἐξευρών.
致索弗罗尼乌斯长官 那至受上帝所爱的我们的弟兄格列高利主教,亦饱尝了这时节的艰难;因他与众人一同承受着剧痛,接连遭受的刁难如同某些猝不及防的打击般落在他身上。因那些不敬畏上帝之人,或许亦是被灾难的深重所逼迫,竟无理纠缠他,声称凯撒里乌斯曾从他们那里收受过钱财。 其实损失本身的沉重倒并不打紧,因他早已学会鄙视钱财;然而问题在于,由于他的产业落入了他的奴仆以及品行绝不强于奴仆之人的手中,那些肆无忌惮瓜分了至贵重物品的人,仅给他们(格列高利等人)留下了全然微不足道之物;他们领受了他产业中极其微少的部分,以为这些并不附带任何债务抵押,便出于自身的志愿以及离世者的遗言,随即耗尽在穷乏人身上。因据说他临终时曾这样说过:“我愿我的一切归于穷人。”因此,作为凯撒里乌斯遗命的执行者,他们随即适当地处置了这些资财。而如今,基督徒的清贫横亘于此,市井狂徒中一人的刁难挑衅亦纠缠不休。因此,我心生一意要向你凡事可赞的美德陈明此事,以便你既敬重这位你昔日相识之人,又荣耀那位将施于祂仆人之事视同归于祂自身的主,并体恤我们这些专属于你的友人,向国库伯提及关于他的合宜之语,且凭你卓越的聪智,设法使他脱离这些侮辱性且难以忍受的骚扰纠缠。 无论如何,绝无任何人对这人无知到会对他生出任何不当的揣测,以为他竟是出于依恋钱财才做出这般姿态。因关于他豁达大度的明证近在咫尺:他欣然将其产业的余留部分转让给国库;好让国库接收其产业,并由国库代理人去向纠缠不休者交涉并索要凭据,因我们自身极不擅长应付此类事务。你的至善之身亦可获悉,只要尚有可能之时,绝无任何人空手而归未能如愿,反倒各人皆毫不费力地领走了所求索之物,以至于多数人甚至懊悔最初未曾索要更多。这正是造就了如此众多刁难者的主要缘由;因他们看着前人的榜样,一人接着一人轮番进行诬告欺诈。 因此,面对这一切,我们恳求你的尊贵之身挺身而出,如同阻截激流一般,遏止并截断诸般灾祸的蔓延。你深知当如何匡助此事,故无须等待由我们来指点途径;我们因对世俗事务缺乏经验,甚至对“究竟如何方能使我们得蒙解脱”这一端本身亦是一无所知。因此,请你亲自担当顾问与保护人,凭你自身卓越的明智探求出匡助的方式。
- 32ὡς χρήματα Καισαρίου παρʼ αὐτῶν εἰληφότος
由 ὡς 引导的属格绝对结构,逻辑主语为 Καισαρίου,与完成时主动分词阳性单数属格 εἰληφότος 一致。语境表明,市井之徒以“已故的凯撒里乌斯生前曾收受他们的款项”为借口,向其继承人格列高利索赔纠缠。虽然语法上偶有将分词曲解为指代格列高利本人的可能,但从词序以及死者遗产纠纷的法律背景来看,应判定凯撒里乌斯为分词的逻辑主语。
- 32ἀλλʼ ὅτι μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρετωτέροις τὸν τρόπον, οἱ κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· ἃ νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλωσαν εἰς τοὺς δεομένους
长句中包含了主语转换与破格句(anacoluthon)构造。句首以分词 δεξάμενοι 开头,主语本为格列高利一行(“他们仅领受了极微少的一部分”),但随后插入了由 οἱ... διανειμάμενοι 作主语的句子,谓语动词为 ἀπέσωσαν(“那些擅自分配财产的人仅给他们留下了最少的东西”)。紧接着,关系代词 ἃ 指代这少许剩余财产,主语再度切换回格列高利一行,以分词 νομίζοντες 配搭谓语动词 ἀνάλωσαν(“他们认为其不附带债务,便耗尽在穷人身上”)收束。全句骨架在于阐明:仆役侵吞了大半遗产,格列高利仅得少许且已如数施舍,因而此刻无力也无由偿还所谓的索赔。
- 32ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις
由 ὥστε 引导的结果或目的从句,统领两个并列的不定式结构。前半句是被动不定式 ὑποδεχθῆναι 搭配宾格主语 τὴν οὐσίαν(“财产得以被接收”);后半句通过 μὲν... δέ 连接主动不定式 ἀπαιτεῖν,其宾格主语为 τὸν... συνήγορον τοῦ ταμιείου(“国库诉讼代理人去索要证据”)。现在分词 λέγοντα 修饰主语 συνήγορον,生动描绘该代理人出面与纠缠者对质并要求凭据的法定程序动作。
