- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:324-328
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔提醒医生帕西尼库斯提防口蜜腹剑之人,向马格尼尼亚努斯表达对其女伊凯莉翁来访的欣慰与赞赏,在无题信中劝勉受信者持守信仰并关顾教会,并向许佩雷基乌斯简陈自己欠佳的近况。
Πασινίκῳ ἰατρῷ Δεῖγμα τοῦ μὴ παρέργως σε ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπʼ αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον, τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι. Εὖ τοίνυν ἴσθι, ὡς ὁ τὰ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦτα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει φάρμακα, ὥστε μὴ ὅτι σὺ ἐπέστειλας,1 ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πεῖσαι ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπιτρέπειν παντὶ δικαστηρίῳ τὰ κατʼ αὐτούς, ἐπειδὰν δὲ ἐπʼ αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις.2 Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵνʼ αὐτός τε εἰδείης καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς, μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.
致医生帕西尼库斯 您对我们并非漠不关心,其明证便是您可以说刚一踏进门槛便立刻向我们致意。读到友人的来信本身固然值得珍视;但若信中所写之事还能兼顾最重大事宜的需要,那显然就更具百倍价值了。 因此您当确知,那位在各方面都无可挑剔的帕特里基乌斯,唇间含着如此之多的游说妙药,以至于不仅是因为您写了信,哪怕他面对的是某个萨乌罗马泰人或斯基泰人,他也能轻而易举地就任何他所希望的事说服对方。然而,那些喜乐友善的言辞决非发自肺腑。因为这种做派早已为人所熟用:口头上显得格外良善且貌似不谙世故,并时刻准备将他们自身的事付诸任何法庭裁决,可一旦落实到实际行动中,但愿您千万不要在场。 但我对您说这些,是为了让您心中有数,并且即便那个人本身并不容易受骗上当,您也能从自身立场确信:切莫看重言辞的表象,而当静待事实所提供的检验。
Μαγνινιανῷ Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Ἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολήν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν, οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς σῆς καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρʼ ἑαυτῆς πᾶσαν ἐπιδεικνύναι ἀρετῆς ἐπιμέλειαν. ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι’ αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. ἀλλʼ ἴδοιμέν ποτε καὶ αὐτὸν σέ, καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν, μήτε ἀρρωστίας, μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.
致马格尼尼亚努斯 单凭阁下庄严的来信,已足以给我们带来满腔的喜悦。而如今,诸妇中最端庄典雅的伊凯莉翁,我们共同的女儿,亲自呈递了这封信,更将这份喜悦增添了两倍有余——这不仅是因为她是您贤良美德的鲜活化身,更因为她自身也展现出了对美德的全副用心。因此,起初我们因您的缘故欣然接纳了她,后来转念之间,我们又因她的缘故为您祝福,因为如此抚育子女的丰厚报偿,正在主上帝那里等待着您。但愿我们有朝一日也能亲眼见到您本人,领略您身上的种种美善,且愿疾病或任何其他困阻都无法阻碍我们的相会。
Ἀνεπίγραφος, ἐπὶ νουθεσίᾳ Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην πραγμάτων ὑπόθεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα, ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ, ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προιόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ. Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν, τοῖς πρὸς τὴν μακαρίαν ἐλπίδα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.
无题,用于劝诫 圣洁的上帝将这位弟兄引荐给我们,赋予了我们处置事务最贴切的契机。在此人返回阁下尊贵之处的途中,我们使他作了这篇书面交谈的使者,并向神祈愿,愿您在迈向更大的显赫与荣耀之际,以自身的德行光耀我们以及整个祖国。 我们劝勉您终生铭记那创造您并赐您尊荣的上帝,以便在今生的辉煌之外,您亦能配得属天的荣耀;对于我们这些将生命引向蒙福盼望之人而言,为了那份荣耀,一切劳作皆在所不惜。
Ἀνεπίγραφος, ἐπὶ παρακλήσει Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας, καὶ ἀπόντων μεμνῆσθαι καταξιοῖς (ἦλθε γὰρ εἰς ἡμᾶς ἡ ἀκοή), παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις· καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι, μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, καὶ σεμνῦναι ἡμᾶς καὶ γράμμασιν, ὥστε, ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνομεν ὑμᾶς ἐπιστέλλοντας, συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν3 Ὑπερεχίῳ Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά· ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθʼ ἡμᾶς, μηδὲν ἄμεινον τῆς συνηθείας πράττοντα. τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.
无题,用于劝勉 因您在我们在场时尊崇我们,在离别时亦不忘垂念(因这风声已传入我们耳中),愿良善的主赐予您回报;愿我们在我们上帝公义审判的大日,得见您因诸般善行而备受称许,使您正如在此世配得显赫一样,在属天的君王面前亦能同享尊荣。 因此,我们恳请您首先对上帝的教会施以持久的热忱,继而增进对我们的善意,视我们配得一切的挂念与庇护,并以书信使我们得享荣耀;如此,我们有了通函并不致令您烦扰的明证,便能更有勇气频频仰赖您宽宏的气度。致许佩雷基乌斯 我向阁下的尊贵致意,并为您祈求一切福祉;但对于无论如何都渴望了解我们近况的您,我不得不坦白,我的处境比平时毫无起色。因我略去了那些更为不祥的艰难之事,以免使这位与我们一同祈求至善的友人陷于过度悲伤。
- 324μὴ ὅτι σὺ ἐπέστειλας
惯用连词短语 μὴ ὅτι(不仅……甚至、更不用说)的用法。该结构源于省略(μὴ [λέγε] ὅτι),与后文的 ἀλλὰ κἂν... 相呼应,构成强烈的夸张与强调:“不仅是因为您写了信,哪怕面对的是萨乌罗马泰人或斯基泰人”。
- 324μὴ σύ γε ἐκεῖ τύχοις
由否定小词 μή 与愿望希求法(τύχοις)结合构成的辟邪式规避表达(apopompē)。直译为“但愿您千万不要在场”,是一种生动而具夸张意味的口语化惯用句,用以警示读者:一旦触及实际利益,那些人的行径将极其难缠与可怕。
- 327ὥστε, ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνομεν ὑμᾶς ἐπιστέλλοντας, συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν
跟在表示结果的 ὥστε 之后的带宾格不定式结构。不定式 καταθαρρήσειν 的逻辑主语是分词短语 ἀπόδειξιν ἡμᾶς ἔχοντας 中所体现的 ἡμᾶς。动词 καταθαρρέω 支配与格(σου τῇ μεγαλονοίᾳ),意为“放胆指望/仰仗某人的大度宽宏”。
