- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:321-323
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信德克拉请求为教堂筑墙工人提供葡萄酒,致信友人解释迟复的原因并邀请其共度复活节,又致信菲拉格里乌斯赞赏其因逃奴事件而寄来的精妙书信并敦促其促进教会合一。
Θέκλῃ Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονε τῇ πατρίδι βαρύς, καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων τὰς ἤδη πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν. αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἡμῶν ἐξειργάσαντο. τί δήποτʼ οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳδῆσαι προήχθημεν; ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος κυπρίζουσα, καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον. τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵνʼ ἡμῖν ἐκ ποταμίας ποταμηδὸν τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. τοῦτο γὰρ τάχος ποιήσασα, πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις, εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.
致德克拉 过去的一年给故乡带来了严酷的霜冻,摧毁了葡萄树正欲抽芽结实的嫩蕾。那些未能结果的葡萄树,使我们的杯盏干涸无津。那么,我们为何要向您如此悲剧式地铺陈作物的荒歉呢?这是为了让您自己照着所罗门的话,成为我们盛开的花藤与多结硕果的枝条,不是开出葡萄串,而是为口渴之人从葡萄串中榨出甘露。那些口渴之人是谁呢?就是正在为会堂周界筑造围墙的人。我没有山间的佳酿给他们饮用,便投奔于您那满缀葡萄的右手,祈求您下令让您的泉流如江河一般从波塔米亚向我们奔涌而来。您若迅速促成此事,不仅将润泽许多干渴之口,更会首先让身为主张雅致言辞之乞丐的我得到无比的欢愉。
Ἀνεπίγραφος, ἐπὶ φίλῳ συμπασχάσαι Δεξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε.1 τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν, οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν· οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. εἰ γὰρ καὶ ὅλως ἦμεν ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότερον ἄν τις ἑαυτὸν ἀγνοήσειεν)· ἀλλὰ κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν, καὶ πρὸς τὴν μακρὰν ἀπόλειψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν, ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατόν, διὰ τὰς ἀκουομένας ἀσχολίας, καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀληθινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ πάσχα μεθʼ ἡμῶν ποιῆσαι προθυμηθήσῃ, μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακαλοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.
无题,与友人共度复活节 收到阁下尊贵之信,我理所当然地感到欢喜,并感谢了主;若当时有人适时提醒回信之事,我本是满心渴望作复的。因为您托付给我们的事情需要时间才能解决,在尘埃落定之前,无法给出任何确凿的答复。这就是我们保持缄默的原因;决非出于懈怠,亦非不知礼数。即使我们真的全然怠惰,在阁下的尊贵面前也定会竭力掩饰我们的欠缺。而事实上,我们片刻也不可能忘记您(除非一个人先忘却了自己);无论是否通函,我们都将您深铭于心随身携带,且对漫长冬日的离别深感难熬,以至于我们祈求:倘若因风闻的繁忙事务,您本人无法抛下乡民,但愿能有契机让我们亲自前往该地,领略您品性中真正的沉稳与庄重。无论如何,请务必渴望与您最为庄重的伴侣一同在我们这里度过蒙受救赎的复活节;我们亦通过您向尊夫人致意,并恳请她助我们一臂之力,催促您尽快成行来到我们身边。
Φιλαγρίῳ Ἀρκήνῳ Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις· ἀλλʼ ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. ὅθεν καὶ ἡμῖν τὴν εἰκαιότητα τῶν ἀποδράντων σε, εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων, οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλʼ οὖν φυσικῶς πως κατακηλούμεθα παρʼ αὐτοῦ, καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες,2 ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. πολλάς γε οὖν πέμπε τὰς ἐπιστολάς, καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον, ὅπως διάκειται, καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει,3 καὶ εἰ τὰ τῶν ἐκκλησιῶν ἡσυχάζει· μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς, καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν· ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶς ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά.4 ἐπεστείλαμεν γὰρ τῷ χωρεπισκόπῳ τῶν τόπων· ὃς ἐὰν ποιήσῃ τι τῶν προστεταγμένων, αὐτὰ γνωρίσει τὰ πράγματα.
致阿尔卡的菲拉格里乌斯 感谢圣洁的上帝;我不会说我感谢那些亏负您的人,因为他们成了我致信的由头;然而,在各样事上施恩于我们的主,往往深知如何借由痛苦之事成全安慰。正因如此,主也将背弃您逃离之人的轻浮行径,变作了我们喜乐的契机。 因此,请您借助每一个由头给我们写信吧,以如此良善的心意、如此纯正洗练的言辞来书写。因为即便我们声称并不追求措辞上的悦耳,但自然而然地总会为之倾倒;长于文辞的诸位引领我们,正如人们用敲击的清脆响声引诱蜂群一般。是以请多寄书信,且尽可能写得详长;因为简短决非书信的美德,正如短小非人之美德一般。 请写信告诉我们家中景况如何,您自身身体安好与否,以及诸教会的事态是否平静;因您关注这些事本是善举。再者,若有任何力量可为和平以及使分裂者归于合一而共同效力,请千万莫要推辞。 良善的基里亚科斯先是自身倾力奔走,随后才将信件交予我们;对于事情的余下部分,他得到了我们力所能及的协助。因为我们已致信当地的乡区主教;他若遵照所吩咐的办成任何事,事实本身自会明证。
- 322προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε
主句中未完成过去时 εἶχον 与副词 προθύμως 结合(表示“本有意愿做……”),并接以带有不定过去时直陈式 ὑπέμνησε 的条件从句。在形式上虽为直陈式过去条件句,但在语境中蕴含了过去并未有人提醒的事实,带有非真实条件或潜在陈述的色彩,构成“若当时有人适时提醒,我本是满心渴望回复的”这一辩解语气。
- 323οἱ τὸν λόγον χαρίεντες
针对第二人称复数主动词 ἄγετε,带定冠词的名词化成分 οἱ ... χαρίεντες 起到了直接呼告(具有呼格功能)的作用。τὸν λόγον 则作为关系对格/限制对格(accusative of specification),表示“在言辞/文辞方面优美文雅的诸位”。
- 323αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει
属于前置/先取构词(prolepsis)。从属从句(ὅπως 从句)的逻辑主语 αὐτὸ τὸ σῶμα 被提前至连词之前,并附带表示领有或关涉的与格 σοι。此外,ὑγείας ἔχει 是动词 ἔχω 支配属格以表达状态的惯用句式(意为“在健康方面状况如何”)。
- 323ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶς ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά
ἔσχε 支配宾语 ἡμᾶς 以及附加的分词补足语 συναιρομένους(意为“使我们成为分担/协助者”)。τὰ ἡμῖν δυνατά 作为副词性/内宾对格修饰 συναιρομένους,表限定范围,意为“在我们力所能及的范围内”。
