- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:317-320
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
三封分别为贫乏者、同乡和异乡人求助的推荐信,以及一封解释信使久未归因由、通报追债受阻并询问教会现状的问候信。
Ἀνεπίγραφος, ὑπὲρ ἐνδεοῦς Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. δεῖγμα γὰρ ποιούμεθα τοῦ ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου, τὸ μὴ δέχεσθαι ἐφʼ οἷς ἂν ἑκάστοτε γράφομεν τὰς ἀποκρίσεις. πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων, καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία, διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον.1 Σὲ μὲν οὖν ὁ ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι· ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε, ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.
无题,为一贫乏之人 阁下那里的回信如此稀少,致使我们向您的尊贵所写的信也变得稀少。因为我们每每致信却得不到答复,便将此视为我们的信件给您的尊贵带来烦扰的明证。但另一方面,一想到围绕在您身边的繁重事务,又使我们转入另一种思绪,使我们体谅手头承担着如此重务而忘记我们的您——因着我们生命的卑微,即便享有完全的闲暇与宁静,要记起我们本非易事。 愿圣洁的上帝引领您获得更大的显赫,并以其恩典保守您于现时的荣美之中!我们则以书信回应每一个契机,尤其是因着此人而利用了眼前的机会;我们既将他托付于您,也请求使他能因担任我们信件的使者而获得某种实实在在的助益。
Βασιλείου, ἀνεπίγραφος, ὑπὲρ πατριώτου Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε, δέξαι, καὶ ὡς πατριώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρʼ ἡμῶν συνιστάμενόν σοι· καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις, οὐ παρʼ ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου, τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.
巴西尔的,无题,为同乡 来自我们故乡的人,故乡本身的义理便会将他们引荐给您,尽管出于您品格的良善,您已将凡无论如何需要某种救助之人皆纳入自己的关照之下。因此,请接纳向您的雅正呈交这封信的人,即此人之子,既将他视为同乡,又视为需要救助者,并视为由我们引荐给您的人;因着这一切理由,愿他能获得一件事:就眼前之事从您那里得到一切可能的援助。显然,对善行的报偿并非出自我们这些卑微之人,而是出自奖赏良善意愿的主。
Ὁμοίως ὑπὲρ ξένου Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν ὁ υἱὸς οὗτος, ὁ τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδούς, χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν Χριστιανῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι, ἐπεὶ διὰ τῶν πολιτευομένων παρέξεις αὐτῷ τὰ σπουδαζόμενα.2 οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.
同前,为异乡人 您刚刚启程,这位向您呈递此信的儿子便来到我们面前;作为寄居异乡之人,他需要基督徒应当给予异乡客的一切安慰与照料。具体的事态此人会向您陈述得更为明了,而您则会亲自就眼前之事向他提供您力所能及且必不可少的援助。因此,若总督在场,您显然会亲自引他前去见总督;否则,您则会通过市政议员们,为他提供他所倾力寻求的事物。因为他能否如愿办妥一切后返回,决非我漠不关心之事。
Ἀνεπίγραφος, ἐπὶ προσηγορίᾳ Διὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου, τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδιατρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροις περιπεσεῖν. ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. ἀπάταις ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρούσης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι,3 ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο, ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης. Ἐπεὶ οὖν ἐπάνεισι, τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι’ αὐτοῦ, παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα), καὶ ἅμα σημαίνομεν, ὅτι οἱ ὑπεύθυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου, ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους, καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι, καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. διὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖρος ἡμῶν, καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρʼ ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. ταῦτα μὲν εἰς τοσοῦτον. τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἢ τίνα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαι ἡμῖν διὰ τινὸς τῶν γνησίων ἀδελφῶν καταξίωσον.
无题,作为致候 我们已有许久未曾向您的尊贵问安了,这是因为负责带回答复的人在我们这里滞留了很久,且遭遇了更加棘手的人和事。他竟整整一年远离了生养他的土地。他受到人们的欺诈和和解承诺的诱导,以为只要克服了眼前的作恶便能掌控全局,却在渐进的欺骗使知觉蒙蔽之中,直到很晚才察觉到损失的要害。 因此,既然他如今摆脱了天候的困扰和那些人的险恶得以归来,我们便藉着他向您致意,恳请您在祈祷中记念我们(因为我们极需来自祈祷的大力相助);同时也向您说明,那位已故的受福主教在遗嘱中曾指明债务本身、应当从何处清偿以及通过何人清偿,而受托负责偿还债务的那些人却漠视友善的提醒,宁愿等待法庭的强制手段。为此,我们的同伴空手而归,并请求我们为他证明这些实情,以免在您的尊贵面前蒙受懒惰或懈怠的指责。这些事暂且说到这里。至于教会的境况如何,是得以维持现状,还是进一步恶化,抑或有何转好的希望,务请您屈尊通过某位真诚的弟兄告知我们。
- 317ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία, διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον
属格关系代名词 ὧν 以前文的 ἡμῶν 为先行词,并充当不定式 μεμνῆσθαι(记起)所支配的宾格性属格。不定式短语 μεμνῆσθαι 本身作表语 ῥᾴδιον [ἐστι] 的主语。插入的条件分句 εἰ ἦν 采取与现在/过去事实相反的非真实条件形式,体现谦逊自抑之意:“即便享有全然的闲暇与宁静,亦不易被忆及的我们”。
- 319ἐπεὶ διὰ τῶν πολιτευομένων παρέξεις αὐτῷ τὰ σπουδαζόμενα
连词 ἐπεί 在此并非表原因(“因为”),而是表示替代性条件,相当于“否则 / 若不然”(otherwise),与前句 ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών(“若总督在场”)形成对比,意为:“若总督不在,则请通过市政议员为他提供所求之物”。
- 320εἰ τῆς παρούσης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι
该结构为分词 ὑπαχθείς(被诱导、被诓骗)所隐含的心理活动或间接引语。条件从句采用次等序列中的希求法 κρατήσειε,结果从句则用将来时不定式 περιέσεσθαι,表达受骗者当时的主观臆断:“受骗以为只要能克服眼前的奸恶,便能掌控/赢得全部局面”。
