- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:313-316
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
共收录四封书信:恳请人口财产调查官减轻友人庄园赋税之信、托忠实仆役转交问候并求恩待之信、为抚养孤儿的亲戚乞求救助之信,以及向显贵推荐一位困顿友人之信。
Κηνσίτορι Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τοῦ Θεοῦ, ἀλλʼ ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀποβλέπομεν, καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχεραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος Δεσπότου. μέμνησαι γὰρ δήπου ὅσον ἐδυσχεράναμεν τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φροντίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι’ αὐτῶν ἀπώσασθαι τὴν ἐπήρειαν. οὕτω γὰρ ὠνομάζομεν τὸ πρᾶγμα. Ἀλλὰ νῦν ὁρᾶς ὁποῖα τὰ παρόντα. παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαῦται καὶ αἱ ἐπʼ αὐταῖς μνῆμαι παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πεφύκασιν. ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν,1 ἀκριβῶς ἐγὼ πέπεισμαι. ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐμαυτόν.2 ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ, καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν ἡ φιλία τὴν οἰκείαν ἰσχὺν ἔχῃ), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν. Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Σουλπικίου ἡμῶν ἕνεκεν παρακλήθητι,3 ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς, μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε· εἰ δὲ μή, ἀλλʼ ὅσον οἵ τε καιροὶ συγχωροῦσι καὶ ἡ τῶν πραγμάτων ἐπιδέχεται φύσις· πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταυτότητος· ὥστε ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.4
致人口财产调查官 人们无法从远处洞见上帝的经纶;相反,出于心胸狭隘,我们人类只注视眼前的琐事,往往在被引向良善结局时仍满腹怨言,而以其自身智慧掌管万有的主宰则宽容着我们的愚昧。你必定记得,当时我们对强加给我们的职责是多么不满,我们求助了多少朋友,以便通过他们推卸这一重担;因为我们当时确实是这样称呼那件事的。 但如今你看到了现时的境况是怎样的。上帝赐予了你一个契机,使你得以将品德的良善显明出来,并为后世的一切岁月留下善美纪念的由头。因为无论这些税额评估是怎样的,后人对其保存的记忆依其本性也将是那样的。我坚信,即便加拉太人为此祈求,也不可能遇上更加仁慈宽厚的品格。我不仅能为加拉太人拥有你的督理而称贺,也能为我自己称贺。因为我在加拉太也有一处产业,且在上帝护佑下是各处产业中最显赫的一处;若我能因它从你那里得到某种协助(只要友谊保有其应有的力量,我就必能得到),我必向上帝深致谢意。 因此,若我的友谊在您的尊贵面前尚有分量,请看在我们的份上受到恳请,赐予最令人钦佩的长官苏尔皮基乌斯的府第某种显著的惠益,以便从现存的登记册中削减一部分——最好是相当可观、配得上你的豁达大度,且容我补充,也配得上我们这些爱你之人所作的求情;若不然,至少也在时局允许、情势许可的限度之内。但无论如何务请有所削减,切勿听任其维持原状;好让我们能借着您的威严,对那位仁良的长官给予我们的无数恩惠作出这唯一一次答谢。
Ἀνεπίγραφος, ἐπὶ οἰκέτῃ Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴ προσερεῖν τὴν σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαι χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολήν, δι’ ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθά, ἅ τε ὁ βίος οὗτος ἔχει, καὶ ὅσα τὸν ἐν ταῖς ἐπαγγελίαις μακαρισμὸν ἀποκείμενα φυλάσσει· ἔπειτα καὶ δεόμεθα τοῦ ἁγίου Θεοῦ οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.
无题,关于一名仆役 当此人前往你们那里时,我怎能错过致信的得宜契机而不向您的尊贵请安呢?他本足以凭自己叙述我们的情况并满足书信的需要;但他还希望充任信使,因为他极其爱我们,全心全意归属于我们。他一心渴望将你们的话带回,并且服侍你们。 因此我们交给了他这封信,藉着它,我们首先为你们祈求一切美善,包括今生所享有的一切,以及珍藏起来并保全着应许中之福分的一切;其次我们也祈求神圣的上帝,只要我们还在尘世,便能安排我们与你们再次相聚。至于因着我们的缘故,你会加倍厚待上述的弟兄,对此我毫不怀疑。因此,请接受恳求,在行动中给予他这种明证。
Ἀνεπίγραφος, ὑπὲρ συγγενοῦς Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυκεφάλου χαλεπωτέραν. ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. διὸ παρακαλοῦμέν σου τὴν εὐγένειαν, καὶ ἡμᾶς τιμῶντα, καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμήν, παρασχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὑτοῖς καταστῆσαι.
无题,为一位亲属 我深信,凡我依正义向您的尊贵所求之事决不会落空,因而欣然将这封信交予这位端庄的妇人;她主持抚养孤儿,料理着一所比多头水蛇还要棘手的家务。除这一切外,我们之间还有按血统互为亲属的关系。因此我们恳请您的尊贵,既尊重我们,又保有对孤儿祖父应有的尊荣,赐予某种援助,以便从此以后使他们的财产成为他们可以承受的负担。
Ἀνεπίγραφος, ὑπὲρ καταπονουμένου Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως, διὰ τὸ καθʼ ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε, ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην, συνιστῶν σοι τὸν ἄνδρα, καὶ παρακαλῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προκείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτῷ προστασίαν,5 ἀκριβῶς ἐπίσταμαι.
无题,为一位受困迫者 我深信,前往您的良善面前的人全然不需要引荐信,因为出于你品格的高尚,你所行的早已超过他人恳请你向善所能劝勉的程度;然而,由于我对这位儿子的关怀无以复加,我还是不由得写信给你纯洁无伪的心灵,向你引荐此人,并恳求你在可能的一切事上,就眼前的事务向他提供你力所能及的援助。而且我确知,一旦你肯屈尊使用主赐给你的一切能力去保护他,他便再不需要任何别的保护者。
- 313ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν
εὐχομένοις Γαλάταις 是配合无人称动词 ὑπῆρξεν ἂν 使用的与格(“即使祈求,对加拉太人而言也是不可能遇上……”)。ἄν 加上直陈式不定过去时构成了过去的反事实条件句,表明即便加拉太人极力祈求,也绝不可能得到更具人情味的官员。
- 313ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐμαυτόν
ἔχω 后接不定词 μακαρίζειν,表示“能够”(possum)。τῆς σῆς ἐπιστασίας 作 μακαρίζω 的原因属格,意为“因你的督理而祝贺/称羡”。主格代词 αὐτός 则与反身代词宾语 ἐμαυτόν 并用,起到强化的主格同位作用。
- 313παρακλήθητι
动词 παρακαλέω 的被动不定过去时祈使语气。字面义为“请被恳求”,在希腊语书信体中作为对尊长或高级官员的一种委婉客气的敬语表达,意即“请俯允/接受我们的请求”。
- 313μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι
ὧν 是关系代词向先行词格同化(attractio)的现象,它因先行词 μυρίων εὐεργεσιῶν(由表示报答的复合动词 ἀντεκτίσαι 所要求的属格)而变为属格,其在从句中作为 ἔχομεν 的直接宾语原本应为宾格 ἅς。
- 316εἰς τὴν ὑπὲρ αὐτῷ προστασίαν
这是后古典期希腊语的一种用法:介词 ὑπέρ 支配了与格(αὐτῷ),而非古典时期的属格(αὐτοῦ),其含义仍为“为了他/作为对他的庇护”。
