- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:308-312
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔为贫穷的村民以及一名家道中落的贫者请求减免赋税,求告减轻在阿里阿拉提亚的亲族的重负,并向各级官员举荐因公役劳碌和户籍赋税而备受困扰之人以求获公正宽减。
Ἀνεπίγραφος, ἐπὶ προστασίᾳ Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην, καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου, παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν, προΐστασθαι αὐτῶν, ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι· καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν, εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν.1 ὅτι γὰρ μία ἡμῖν εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία, ἡγοῦμαι πεπεῖσθαί σε.
无题,为谋庇护 即使在您的尊驾与弟兄们同在之时,我亦曾为了卡普拉里斯村之人向您陈说,并将他们引至您的温良面前,劝请您将来自主的赏报置于眼前,庇护这些在一切事上皆贫苦且饱受折磨之人;而今,我借由此信再度重申同样的恳求,向至圣的上帝祈求,愿您现有的声望与生活之光彩得以保守并臻于更崇高的境地,使您能凭着更大的能力,更为丰厚地施惠于我们。盖我相信您深信,我们唯一的祈愿便是您全家的得救。
Ἀνεπίγραφος, ἐπὶ ἐνδεεῖ Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος2 ἐπὶ τῇ ἀπογραφῇ τοῦ οἴκου, ὅς γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέλειαν ἔχει ἀπὸ τῆς πενίας. ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαντος, νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφʼ ἡμέραν τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. τούτῳ τὸ σῶμα περιλέλειπται μόνον, καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι. Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας, ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι3 διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου, ἀκριβῶς ἠπιστάμην. ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ τι τῶν εἰς αὐτὸν ὀφειλομένων, καὶ ἐπέστειλα, εἰδὼς ὅτι ἡ ἡμέρα αὐτῷ, ἐν ᾗ ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα, ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται, καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ μεταβολήν.
无题,为一贫寒之人 我深责此弟兄因家产的户籍登记而忧心忡忡,盖他因贫穷而已预先享有了那必不可少的豁免特权。因为他本处于殷实之境,为主为了其灵魂的益处这般安排,如今竟陷入了极度的贫困,以至于日用之食亦勉强能得,在他原先于自己治下拥有的众多奴仆之中,如今竟无一人受其管辖。于他而言,唯有此肉身尚存,且如您亲眼所见,此身衰弱年迈,并携有三个孩子——这对一个贫穷之人乃是增添的忧虑。 故而我深知,他本丝毫不需我们的代求,因〔您〕品性的仁厚,其贫困本身已足以令人动容。但由于求请之人总是忐忑难安,我恐对他的应尽关照或有亏欠,便修书一封,深知他在初次得见您的庄重之日,将成为其往后光阴舒畅生活的开端,并使他的处境迎来某种更佳的转机。
Ἀνεπίγραφος, ὑπὲρ συγγενῶν Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μέν, ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δέ, καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε· οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν, τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβαρημένον, καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπορίας ὑπάρχον· ὃ καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευθῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.
无题,为亲族 就我自身而言,因诸多缘故极愿与您的博学相会:首先,是在睽违良久之后领略您内里的美德;其次,亦为阿里阿拉提亚之人向您恳请:主向这些久经苦难之人赐下了应得的安慰,将您正直之治作为恩典赐予了他们。然而,我的亲族之中亦有另一桩深受重压之事,几乎是阿里阿拉提亚困窘局面中最关紧要之处;我恳请您的仁德依可能予以补救,好使从此以后能为产业的持有者所承受。
Πρωτεύοντι Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς4 πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλʼ ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα, ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ, ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. ὅμως δὲ πληροφοροῦντες τόνδε, ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολήν, συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν, καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις, τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.
致首席参议员 那些不留意我们的确证,反而在自身事情上寻求某种特别与破格待遇之人,致使我们写给您尊驾的书信变得繁多。盖我们早先便向他们指明,您将为我们充当公正而平等的公义守护者,以致若非有人过于贪婪,便无人会进一步要求慈惠之事。然而,为了使此人安心,我们仍将此信交予了他,向您引荐此人,并恳请您善待于他,且因其家长期服行公役而疲惫不堪,视其配得可能给予的宽减。
Κηνσίτορι Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς ἀνθρώποις. ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν μηδεμίαν ὑπομεῖναι βλάβην, καὶ συνάρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι.
致户籍勘税官 您深知户籍税册给人们所带来的益处与害处。因此,对于竭尽全力免受任何损害的此人,请予包容,并请竭力按您的力量协助他获致公义。
- 308ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν
ἔχῃς 接不定词 εὐεργετεῖν 表能力或可能,意为“能够施惠”。中性复数宾格 πολυτελέστερα 作状语,意为“更加丰厚地”。
- 309Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος
动词 καταγιγνώσκω 后接表示人的属格(τοῦ ἀδελφοῦ τοῦδε)及分词(φροντίζοντος),意为“深责/怪罪某人在担忧……”。责备的原因由随后的关系从句 ὅς γε... 交代。
- 309ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι
ἱκανήν 为宾语 τὴν πενίαν 的谓词性修饰语,后接表结果或目的的不定词 δυσωπῆσαι(“使之惭愧而顺从/动容”),字面意为“具有足以使人动容的贫困”。
- 311Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς
πολλὰς 作带冠词的名词宾语 τὰς ἐπιστολὰς 的谓词性宾格,表示结果:“使我们写给您的信函变得繁多”(即致使我们屡屡发函)。
