- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:29-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信安基拉教会以悼念其主教的离世并告诫谨防分裂,继而致信萨摩萨塔主教尤塞比乌斯,陈述其母亲离世、自身健康恶化及各教会现状,并恳请其代祷。
Τῇ ἐκκλησίᾳ Ἀγκύρας παραμυθητική Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπληξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν, ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς καταπλαγέντες, πεπόνθαμεν, ἀναγκαίως νῦν ἐπεστενάξαμεν τῷ συμβάντι, καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν· οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθʼ ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων, καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορᾶς μέγεθος ἐμπαθῶς ἀπωδύρατο. Πέπτωκεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς Ἐκκλησίας· μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφʼ ἡμῶν οἴχεται· κίνδυνος δὲ οὐ μικρός, μὴ πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι,1 καὶ τὰ σαθρά τινων φανερὰ γένηται. κέκλεισται στόμα παῤῥησίας τε δικαίας καὶ λόγους χάριτος ἐπʼ οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. οἴχεται δὲ φρενὸς βουλεύματα, τῆς ὄντως ἐν Θεῷ κινουμένης. ὦ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι ὅλος γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν τῇ σαρκὶ οὐ προετίμησε δι’ ἡμᾶς. πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησιῶν ὑπερθώμεθα; τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; τίνα μεριστὴν τῆς εὐφροσύνης; ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ; Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινός, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεί, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. πλὴν ἀλλʼ ὁ ἀγὼν οὐ μικρός, μή τινες πάλιν ἔριδες καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντος ἀναφθεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.
致安基拉教会的安慰信 突发灾祸的极沉痛噩耗带来的震惊,使我们陷入了长久的沉默。然而,当我们如同听觉被巨大雷鸣震慑之人那样,从所遭受的失语状态中稍稍缓过神来时,我们如今不得不为所发生之事发出呻吟,并在这悲恸之中将这封信寄发给你们;这并非为了施行安慰(因何种言辞能被寻得作为如此巨大灾难的良医呢?),而是藉着这发出的声音,尽可能向你们表明我们心中的剧痛。此刻我正需要耶利米的哀歌,以及倘若受福之人中还有谁曾深情哀悼过灾祸之沉重的那种哀恸。 一个伟人倒下了,他真正是教会的柱石与基石;或者更当说,他自身被提至受福的生命中,离我们而去了;但危险非小,唯恐因这支柱被抽去,许多人一同倒塌,某些人的脆弱溃烂亦随之暴露。那充溢着正义的坦率、并为造就弟兄团契而流溢恩惠之言的口已经紧闭。那在神里面真正运作的心思谋略已经逝去。啊,有多少次(因我将指责自己)我心中竟对那人产生愤懑,因他全然陷入了离世与基督同在的渴望,竟未曾为了我们的缘故宁可留在肉身之中!从今往后,我们将教会的忧患托付给谁呢?我们将寻谁作为患难中的同伴?寻谁作为喜乐的分享者?啊,这真正可怕而阴郁的荒凉!我们何其精确地仿佛旷野的鹈鹕! 然而,教会那些联络在一起的肢体,宛如在同一个灵魂——即他的督导——之下,被调和配合成一律的同情与严密的交通,如今正藉着和平的纽带,朝着属灵的协调被坚固地保守着,且将永远被保守;上帝必恩赐这事:使那受福之灵魂为上帝的诸教会所竭力奋战的一切劳绩,皆得以保持坚定不移。然而争战非小,唯恐因遴选治理者而再度燃起的某些纷争与分立,因寻常的争竞而将所有辛劳毁于一旦。
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφʼ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. νόσους μὲν ἐπαλλήλους, καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην2 ὑπὸ τῶν ἁμαρτιῶν μου. καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου· ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις ὁρῶ. πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκ ἐφʼ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος. Αἱ δὲ ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται· ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἀγκύρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. ἀλλʼ οὐδὲ ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν.3 καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.
致萨摩萨塔主教尤塞比乌斯 我若顺次开列尽管我极切慕前往谒见你的敬虔之身却直到如今将我阻拦的全部缘由,必将写就一篇冗长无边的叙述。接连的疾病、冬日的酷烈以及事务的窘迫,我暂且略过不提,因这些于你的至善之身乃是熟知且先前早已获悉的。但如今,连我生命中唯一的安慰——我的母亲,因着我的罪过亦被夺去。请勿因我在此年龄哀叹沦为孤儿而取笑我;倒请宽恕我无法安然承受一位灵魂的离去,在余下的人中我未见任何可与之相匹之人。因此,疾病再度折返回到我身,我再度卧倒在病榻之上,依凭着全然微薄的气力摇摇欲坠,几乎在每个时辰都在等待生命那不可避免的终局。 各教会的境况与我的身体近乎相似:没有任何美好的希望显现,事态反而不断向着更恶劣的方向下滑。目前,新凯撒利亚与安基拉似乎已得着逝者的继承人,且直到如今保持着平静。此外,直到目前为止,那些图谋陷害我们的人亦未被容许作出任何与其忿怒和怨毒相称之事。我们显然将此原因归于你为诸教会所作的代祷。因此,请勿在为诸教会祈祷并恳求上帝的事上感到疲倦。请向那些配得服事你圣德之人致以重重的问候。
- 29μὴ πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι
由名词 κίνδυνος 引出的惧怕从句(μή 搭配虚拟式 συγκαταπέσωσι)。与格短语 τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι 既可视为由复合动词 συγκαταπέσωσι 中的前缀 σύν- 所支配(“与这一支柱一同倒塌”),亦可视为表示原因或伴随情况的与格(“因这一支柱被抽去”)。此处兼具两重涵义。
- 30ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην
先行词被纳入关系从句中(ἣν... παραμυθίαν τὴν μητέρα),并在主句中由指示代词 καὶ ταύτην 强调复指。动词 ἀφαιρέω 在主动语态中支配双宾格(夺去某人的某物);在被动语态 ἀφῃρέθην 中,“人”(我)作为主语,而被夺去的事物(ἣν... ταύτην)则保留为保留宾格。
- 30οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν
动词 συγχωρέω 在主动语态中通常支配某人(与格)做某事(不定式),此处转为以人作主语的主格人称被动构文(οἱ ἐπιβουλεύοντες συνεχωρήθησαν,“图谋者被容许做……”)。句首否定词 οὐδέ 修饰全句,意为“图谋害我们的人甚至也未被容许做……”。
