- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:304-307
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔写信给阿布尔吉乌斯作为引见,致信某些有德之士予以推荐并索取近况,为从亚历山大里亚前来运送亲属遗体并请求使用公驿的人向塞巴斯蒂亚长官代求,并致信友人请求其出面调解诉讼纠纷以避免诉诸公堂。
Ἀβουργίῳ Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρʼ ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ.
致阿布尔吉乌斯 此人正是我先前通过助祭曾向您提及之人。因此,既然他携带着我们的信函前去,愿他在从您那里得到所求之物后返回。
Ἀνεπίγραφος, ἐπὶ ἐναρέτοις ἀνδράσιν Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶσσα αὐτοῦ· ἐν ὀρθοδόξων μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας, καὶ ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι, πρὸς πάντα ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι, ταῦτα λέγοντι. διηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων, ἢ ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν.1 Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι’ ἡμῶν, ἀλλʼ ἵνα ἐμὲ εὐεργετήσῃ, τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψαιτο ὁ Κύριος τῆς ἀγαθῆς προαιρέσεως. καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε. σημαίνετε ἡμῖν καὶ τὰ τῶν ἐκκλησιῶν ὅπως ἔχει.
无题,论有德之人 某某人对诸位而言已是深知之人,正如他自己的叙述所显明的那样。盖他在一切场合口中皆离不开诸位:在正统信徒的纪念中,在对苦修者的款待中,在一切美德上,此人都将诸位列在首位。若有人提及良师,他不容许将他人置于诸位之上;若言及虔敬的勇士与能驳斥异端巧辩的能士,他绝不愿在诸位之前推举他人,见证诸位的美德在一切方面皆是不可征服且无可比拟的。而当他述说这些时,要令人信服亦无需花费多大心力;因为他所向之叙述的,乃是知晓比任何人被认为带有夸张成分的禀报还要更为伟大之事的人的双耳。 如今,他在返回诸位那里时请求赐予信函,并非为了借助我们使他自己亲近诸位,而是为了恩惠于我,使我获得向我所爱之人致候的机会。愿主因他的良善心志而厚报于他。亦请诸位藉着祈祷以及对众人皆具的良善心意,按着自身的力量向他施予恩惠。并请将诸教会的境况如何向我们通报。
Ἡγεμόνι Σεβαστείας Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης, καὶ τὴν αἰτίαν γνωρίζω. φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιΐας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότητος τοὺς χαρακτῆρας, ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη. Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καί, κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων, τοῖς ἀπελθοῦσιν ὀφειλομένου, δέονται τῆς παρὰ σοῦ προστασίας ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρός, κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ, προστάγματι δημοσίῳ συγχωρηθῆναι κινῆσαι·2 ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρασχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυθίαν. ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξανδρείας, καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότητος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν.
致塞巴斯蒂亚长官 我察知您的尊驾欣然纳受我们的书信,我亦深知其因:盖因您本是好善之人,且乐于行善,既然我们每次皆为您提供足以承载您胸怀之崇高的题材,您便奔赴于我们的书信,视其包含有行善之契机。因此,如今又来了一个题材,既能承受您通达一切之才干的印记,同时亦携带着传扬您美德的使者。 盖因数名从亚历山大里亚动身的人,为了人类共同本性所当循之不可或缺之由、即为了对逝者应尽之分,恳求来自您的庇护,以便您颁令准许他们凭公文迁移一名亲族的遗体——该亲族乃是在军队驻留塞巴斯蒂亚期间去世的;继而亦请求借由公驿向他们提供力所能及的援助,好使因着您的高尚气度,他们漫长奔波的劳顿能得着些许慰藉。此事必将传至伟大的亚历山大里亚,并向彼邦之人宣示对您尊驾的景仰,即便我不言明,在您的明识之中亦显而易见。而我们,亦将在业已领受的众多恩德之外,再添上这件恩惠。
Ἀνεπίγραφος Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις, καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. τὸ δὲ αἴτιον, ἄνοια καὶ σκαιότης τρόπων, οὐ προσέχουσα ταῖς παρʼ ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ οἷς ὑποπίπτουσι λογισμοῖς. ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ, οὔκ ἐστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλʼ ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως· καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο νῦν τὸ πάθος ὑπομένει ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθείς,3 οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπʼ ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν, καὶ αἱρεῖται, πολλὰ ζημιωθείς, ὀλίγα κερδᾶναι. αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι. Γενοῦ δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα, καὶ γινόμενος αὐτοῖς ἀντʼ ἐκείνου δικαστής. εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ, καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.
无题 好争竞的性情往往连良善的思虑亦予以推拒,且判定为善美与有益的,并非全体他人所认为的——即便那是实有利益的——反倒是唯独合乎自己心意的——即便那是有所亏损的。究其原因,乃在于品性的愚昧与乖戾,不听从他人的劝勉,唯独轻信自身的成见与心中浮现的念头。他们屈从于自己所喜悦的,而喜悦于自己所欲求的。凡将自己所欲求之物视作有益之人,绝非公义之可靠裁决者,反倒好似盲人由盲人引路。因此他亦极易失足于亏损,并以经历作为知晓何为有益的导师。 如今,与呈信此人结下争端者正承受着这一祸患。盖他本当将裁决托付于共同的朋友,或者说,本已多次由众多关注公义与真理之人进行了裁决,如今却奔赴官长与法庭的审判,宁可遭受重大亏损,以图谋微末之利。然而在官长面前的审判,甚至连得胜亦无法免于亏损。 因此,亲爱的朋友,请成为援助者吧!首先是为了争讼的双方(盖此乃虔敬之举),阻止他们涉足官长之门,并由您代替官长成为他们的裁定人。但若其中一方悖逆而抗拒裁决,则请协助受委屈之人,并将出于您的分量增添给那寻求获致公义之人。
- 305ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων, ἢ ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν
其句法骨架为 διηγεῖται [ταῦτα] ἀκοαῖς ἀνθρώπων ἐπισταμένων [πράγματα] μείζονα ἢ [τούτων] ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν。在比较级 μείζονα 之后的比较连词 ἢ 后,关系代词 ὧν 因先行词(τούτων)的省略而同化/吸引为属格。νομισθείη 与 ἄν 构成表潜能的希求法,统摄被动不定词结构(“被认为带有夸张成分而禀告之事”)。
- 306ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρός, κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ, προστάγματι δημοσίῳ συγχωρηθῆναι κινῆσαι
在 δέονται τῆς παρὰ σοῦ προστασίας 之后,ὥστε 引导表示内容或结果的不定词 κελεῦσαι(其逻辑主语为第二人称单数)。动词 κελεῦσαι 进而统摄与格 αὐτοῖς 以及两个被动不定词 συγχωρηθῆναι 与 παρασχεθῆναι;前者的宾格主语是 σῶμα,后者的主语是 τὴν δυνατὴν βοήθειαν。主动不定词 κινῆσαι 则作 συγχωρηθῆναι 的补充说明(“获准迁移”)。
- 307δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθείς
δέον 是非人称动词 δεῖ 的对格绝对独立分词(accusative absolute),表示本应履行却未履行的义务(“本应将裁决托付给共同的朋友”)。紧接着由 μᾶλλον δέ 引出修正,分词 κριθείς 转为主格阳性单数,与主句有限动词 ἔδραμεν 的主语相一致。此结构体现了从非人称分词独立结构向主格修饰分词的破格转换(anacoluthon)。
