- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:302-303
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信布里松的遗孀,劝勉她从丈夫战功与德行的记忆、基督徒的盼望及抚育子女中得着安慰;随后在另一封信中致信库务伯爵,恳请撤销一项不义的赋税。
Πρὸς τὴν ὁμόζυγον Βρίσωνος παραμυθητική Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν;1 πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὅς, εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτʼ ἀκούσας αὐτὸν ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον, οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἡ ἐπὶ σοὶ φροντὶς διεδέξατο, λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχήν, οὕτω μὲν φύσει χρηστὴν οὖσαν, καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; πρῶτον μέν, ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφʼ ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον, μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος, μηδὲ χρόνῳ καταμαρανθέντος, ἀναχωρῆσαι τοῦ βίου, ἀλλʼ ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου, δυσχεραίνειν ὀφείλομεν· ἀλλʼ ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν, εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ ἀρχὴ τῆς ζημίας ἐπῄσθητο, ὃν καὶ ὁ βασιλεὺς ἀνεκαλέσατο, καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ὑπενεγκών, μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ ἀποστόλου.2 ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι, τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι. ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν· καὶ μεριμνῶσα δὲ περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας, καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτόν, ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ, ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπʼ αὐτῆς. παράσχοι δὲ ὁ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν, καὶ πάσαις ταῖς καθʼ ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατʼ ἀρετὴν βίου.
致布里松之妻的安慰信 一听到那位最优秀的男子布里松所遭遇的不幸,我们心中何等痛切地叹息,这又何需赘言?盖绝无一人的心肠会如此坚硬如石,以至在结识了那位君子之后,又听闻他猝然被人世夺去,而不将他的离世视作整个人生的共同损失。然而,紧随我们的悲伤而来的,乃是对您的关切;因为我们思及,若对于交往不深之人而言此变故尚且如此沉重而难忍,那么您的灵魂因这场灾祸所受的打击又该当如何——您的心灵生性如此贤良,又因品性的温和而易动恻隐之情,且如此身处这一苦痛之下,以致在与丈夫分袂之际仿佛体会到被剖为两半的剧痛。盖若委实依循主的话语,“他们不再是两个人,乃是一体了”,那么显而易见,此等断绝之痛,绝不亚于将我们身体的半边硬生生撕裂。 然而,可悲之事诚然如此,甚至更甚于此;但对于已然发生之事,究有何等安慰?首先,乃是我们神自古统摄万有的法度:凡进入受造之生者,必定要在所定的时刻离开此生。因此,倘若从亚当至今人世之事皆是如此命定,我们便切莫对自然的共有法则心怀愤慨,反当顺受神降于我们的经纶眷顾;正是祂命定那高贵而不屈的灵魂,并非在肉体受病痛的消磨或经岁月的枯萎之后离开尘世,而是在英年鼎盛之时与战功赫赫的光彩之中结束了生命。是以,我们不应因与这样一位男子分别而心生怨尤,反当向主感恩,因我们曾蒙配与这样一位夫君共度一生;对他的丧失,几乎整个罗马帝国都有所感知,连皇帝亦深情追忆,将士们哀泣不已,位极人臣的显要们亦视若亲生之子而悲恸哀悼。 因此,既然他已将自身美德的记忆留给了您,请坚信您对这场灾难已握有充足的安慰。再者,我亦切望您明晓:凡未在患难中屈服、反倒凭着对神的盼望承受悲痛重压之人,在神那里必因坚忍而承受巨大的酬报。因为依从使徒的律例,我们并未被准许如同教外之人那样为安息者哀伤。且让您的儿女亦宛若活生生的肖像,安慰那受思念之夫君的缺席。因此,抚育子女的操劳当引您的心灵脱离悲痛之事;并且,藉着思虑如何能以蒙主喜悦的方式度过自己余下的光阴,您必会为思绪构想出良善的运用。盖在我们主耶稣基督面前陈词答辩的预备,以及使我们自身得以列入爱祂者当中的切望,足以掩蔽悲伤,使我们不致为其所吞噬。愿主将出于祂良善之灵的慰藉赐予您的心,好使我们在听闻您的音讯时亦得释怀,并使您在德行之生上成为一切同龄贵妇的良善楷模。
Κόμητι πριβατῶν Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα3 τοῖσδε ἐπαγαγεῖν. ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμιότητί σου, καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.
致库务伯爵 据我所料,本乡之人凭着虚假的谗言,说服了您的尊驾将征发役马之税加诸这些人。因此,既然所行之事乃是不公,并因此理当为您的尊驾所不悦,且因我们与受冤屈之人的亲近关系而亦使我们感到悲痛,我们便急忙恳请您的仁德,切莫容任企图行不义之人的暴虐进一步肆虐。
- 302Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν ;
由感叹关系代词 Ὅσον 引导的从句(“我们何等痛切地叹息……”)作为主句修辞性疑问句 τί χρὴ καὶ λέγειν(“又何需赘言?”)所指向的对象。这是古代书信中表达悲痛之情非言语所能尽述的习用开篇句式。
- 302οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ ἀποστόλου
ἴσα 为副词性宾格(内在宾格),意为“如同……一样”,后接与格 τοῖς ἔξωθεν(“外人/非基督徒”)。被动语态动词 ἐπετράπημεν 是及物动词(主动语态接与格补足语 ἐπιτρέπω)在被动语态中将原与格代词提升为主语的人称被动构式(“我们蒙准许”)。
- 303φοράδων τέλεσμα
φοράδων 是 φοράς(役马、驮马或配种母马)的复数属格。τέλεσμα 指赋税或赋役;该短语系指罗马帝国晚期针对马匹征调或其代征金(役马税)的官方财政术语。
