- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:301
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者致信悼念马克西穆斯亡故的妻子,回顾二人无与伦比的和睦婚姻,同时阐明死亡乃一切受造物不可抗拒之公则并指出复活的盼望,勉励他在悲痛中持守品格、专心讨主喜悦。
Μαξίμῳ παραμυθητική Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργείας ἀρκέσειε·1 νῦν μὲν τὴν ζημίαν λογιζόμενοι, ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθʼ ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες· οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα, καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ, πῶς οὐκ ἄν, εἰ καὶ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης μὲν ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν, ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά· ὅτε δὲ καὶ τῆς μακαρίας ἐκείνης ψυχῆς ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφʼ ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί —οὕτω πρὸς τρόπους ἀλλήλοις ἦτε, ὥσπερ ἐν κατόπτρῳ ἑκάτερος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προδεικνύς. καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί χρὴ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν, καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα, εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι;2 Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι· ἀλλʼ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. σὲ δέ, τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα, καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασώζειν, μὴ τῇ νῦν ζημίᾳ δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ τὸν βίον μακαρισθεῖσιν ὑπῆρξεν· ὅπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν οὐ μικρόν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις· πολλοὺς γὰρ ἔγνωμεν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως ὥσπερ βάρους ἀπόθεσιν δεξαμένους. Ἀπόβλεψον πρὸς τὸν οὐρανὸν καὶ τὸν ἥλιον, καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μέν, τοσαῦτα ὄντα καὶ τηλικαῦτα, μικρὸν ὕστερον οὐ φανήσεται· καὶ ἐκ πάντων τούτων ἐκεῖνο συνάγαγε, ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως, τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα· ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. διότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ δημιουργὸς ἐμηχανήσατο. εἰ δέ, ὅτι θᾶττον προαπῆρεν ἡμῶν, ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἐπιλιπούσῃ. πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω, Χριστιανὸν ὄντα καὶ ἐπʼ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. Οὕτως οὖν διανοεῖσθαι προσῆκεν, ὡς ὁδόν τινα παρελθούσης,3 ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι· εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος, τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.
致马克西穆斯的安慰信 一听到这一不幸的消息,我们心中的感触绝非任何言辞所能生动表达;我们一时念及敬虔者的共同体失去了她本阶层的女监护人所蒙受的损失,一时又思及您庄重品格中的明朗跌入了何等沉痛的沮丧。当我们心中目睹那受众人祝颂的家庭猝然屈膝颓仆、那因至高和谐而融为一体的结合竟比梦境更快消散时,即便我们是金刚石所造,灵魂又怎能不被压折? 从最初的交往起,我们便对您尊贵严谨的风范怀有一种亲近之情,且深为您的高德所倾倒,以至无时无刻不在口中称诵您的美德;而当我们亦与那位福乐的灵魂相稔时,我们委实深信《箴言》中的话在你们身上得到了印证:“妻子由神配与丈夫”——你们彼此的性情是如此契合,各自宛若明镜一般,在自身映照并预先展现了对方的德行。纵使有人千言万语,亦无法企及其实际价值的万分之一。 然而,面对自古统领万有的神的律法——凡进入受造之生者必在命定之时再次离去,各个灵魂在为今生履行完必要的职分之后便从肉体的羁绊中得以解脱——我们当有何反应与承受呢? 令人赞叹的朋友啊,我们既非首先承受此苦者,亦非唯一之人;凡父母、祖辈以及族中一切先人所经历的,如今我们亦身历其境。现世充满了这类的例证。然而,对于德行远超旁人的您而言,即便在极度的悲痛之中,亦理当保持灵魂恢宏崇高的品格而不受屈抑,切莫因当下的丧失而怨尤,反当为最初的赐予向那施与者心存感恩。盖死亡乃分有同等天性之人所共有,但与一贤淑女子共度一生,却仅属于尘世中极少数蒙福之人;甚至就悲痛地承受别离本身而言,对于心怀感恩地思量的人来说,亦绝非出自神的小恩赐;因为我们见过许多人将不相宜婚姻的破裂视作卸去重担一般予以接纳。 且仰观上天与太阳,环视周遭一切受造之物,它们虽如此壮阔、如此伟大,不久之后亦将不复显现;从这一切当中您当领悟:我们既是那必死受造物的一部分,便顺受了那出于共有天性而降临于我们的分额。盖婚姻本身即是对死亡的慰藉;因为既无法完全常存,创造者便藉着宗族的繁衍为生命设想出延存之道。如果我们因她先我们而去而感到悲戚,切莫嫉惜一位未被尘世的烦琐长久折磨、反而如同花朵之美质在我们尚且恋慕时便离我们而去的人。最重要的是,复活的教理应当使您得着抚慰,因您是基督徒,且怀着对未来美事的盼望度过此生。 因此,理当如此思想:她不过是先走了一条我们亦必须前行的道路;即便她行在我们之前,这亦不值得哀恸。因为不久之后,倘若我们久延于世而招致更多惩罚之责,我们自身的处境或许更为可怜。然而,但愿我们的理智抖落悲伤的重负,转而致力于思考此后当如何行方能得蒙主的喜悦。
- 301Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργείας ἀρκέσειε
间接疑问从句 Ὅπως διετέθημεν ... 前置于句首,充当主句 οὐδεὶς ἂν ἡμῖν λόγος ... ἀρκέσειε 在意义上的阐明对象。主句谓语动词 ἀρκέσειε 与 ἄν 连用,构成表潜能的希求语气(“恐难以足够”)。
- 301πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν, καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα, εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι
带不定式的宾格短语 τὸν ἐλθόντα ... ὑπεξελθεῖν 与 ψυχὴν ἑκάστην ... ἀπολύεσθαι 在介词短语中作 νόμον Θεοῦ(神的律法)的同位语,具体解释该律法的内容。
- 301ὡς ὁδόν τινα παρελθούσης
由 ὡς 引导的属格绝对结构,在逻辑上受前句非人称表达 διανοεῖσθαι προσῆκεν(应当思量)的管辖。逻辑主语为已故的妻子,表示从敬虔视角对她“走完人生旅程”这一事实的理解。
