← 该撒利亚的巴西流

书信集

§300

对丧子父亲的安慰信

作者致信安慰一位痛失前程似锦之爱子的父亲,在深表同情的同时,指出早逝使青年免受世间罪恶与患难的污染而得蒙升天,劝勉他效法约伯的信德来承受苦难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§300

Πρὸς πατέρα σχολαστικοῦ τελευτήσαντος παραμυθητική Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς Χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν ἐπὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον εἶναι ἐλογισάμεθα, καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι, καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε1 καὶ ἡμῖν, τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις, τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. ἐπʼ ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν, οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπʼ αὐτῷ ἐλπίδων διαμαρτόντες. καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιοι, ἐκπέμψαντες παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ λόγων ἄσκησιν, ὑποδέξασθαι2 σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκταίαν σιωπήν. ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκίνησε, καὶ δάκρυον ἐξεχέαμεν προπετές, καὶ στεναγμὸν ἀφήκαμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως, οἷόν τινος νεφέλης, τὸν λογισμὸν ἡμῶν περισχόντος. ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα, καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα, ἐφʼ οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα, ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφάσεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατεσταλμένος· καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας·3 ἀλλʼ ὅμως ἄνθρωπος παρʼ ἀνθρώπου γενόμενος. τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσῆκε; τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρός, ὅτι τέθνηκε; τί οὖν θαυμαστόν, ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα4 οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων τέκνων καταμελήσουσαν. τὸ δέ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. οὐκ ἐποίησε κακόν· οὐκ ἔρραψε δόλον τῷ πλησίον· οὐκ εἰς ἀνάγκην ἦλθε φρατρίαις καταμιγῆναι πονηρευομένων· οὐκ ἐνεπλάκη τοῖς κατʼ ἀγορὰν κακοῖς· οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμοσύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ κηλίδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. ἔχομεν διδασκάλιον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.

致已故修辞学者之父的安慰信 既然主将我们置于基督徒的第二等为父者的地位,把那些信靠祂之人的儿女藉着敬虔加以塑造的重任托付给我们,我们便将发生在您福乐的儿子身上的不幸视为我们自己的遭遇;我们为他过早的离世而叹息,尤其同情您,并思量对于生身之父而言,痛苦的分量该是多么沉重,因为即使对于我们这些藉着诫命与他亲近的人,心中也生出了如此巨大的沮丧。盖为他的缘故,本无须感受任何忧戚,亦无须发出叹息,可怜的反倒是那些寄托在他身上的希望落空的人。确实,那些在孩子青春正茂之际送他去受辞艺训练、如今却迎回他在这一漫长且为人所憎恶的沉默中默然无声的人,真配得无数的眼泪与叹息。但这些事立刻触动了身为凡人的我们,我们倾泻了仓促的泪水,从心底发出了未经理智管制的呻吟,因为悲痛如同浓云一般顿时笼罩了我们的理智。然而,当我们恢复自制,用灵魂的眼睛直视人间万事的本性时,我们便向主认错,因我们的灵魂在突发的冲动下对所发生之事产生了如此反应;同时我们也劝勉自己要以克制的心情来承受这些凭着神自古以来的判决而分派给人类生命的事物。 一个正值生命最适宜年华、在同辈之中出类拔萃、受师长爱戴、仅凭一次相逢便能使最粗暴之人产生好感、敏于学业、性情温和、沉稳超越其年龄的青年离去了;即便说得比这更多,人们所说的也仍不及事实之万一;但无论如何,他终究是人生之人。那么,这样一个儿子的父亲应当思想什么呢?除了想起自己的父亲亦已去世之外,还能有什么呢?那么,生自凡人者成为凡人之父,又何足为奇呢? 至于他在寿数未足、未餍足于生、未达全盛之年、未显露于人群、未为宗族留下后嗣之前离世,正如我深信的那样,这些非但不是苦痛的加剧,反倒是对已成事实的安慰。理当感谢神的安排:他未曾在这世上撇下孤儿,未曾留下妻子成为长期孤苦无依的寡妇,或者改嫁他人而疏忽了先前的子女。至于这孩子的生命未曾在这世上久延,谁会如此不明事理,竟不认为这是最大的美事呢?因为在此地逗留更久,只是更多罪恶的诱因罢了。他未曾作恶,未曾对邻舍设下诡计,未曾被迫卷入作恶者的帮派,未曾陷于市井的恶俗,未曾屈从于罪恶的必然性——未有谎言,未有背恩,未有贪婪,未有纵欲,亦未有那些常在放纵灵魂中滋生的肉体情欲;他离去时灵魂未曾印上任何污点,而是纯洁地退隐到更美好的归宿。并非大地遮蔽了这位亲爱之人,而是上天接纳了他。那治理我们事务、为每个人厘定岁月界限、引导他进入这生命的神,亲自将他迁移而去。在苦难的极处,我们拥有伟大约伯的那句名言作为训诲:“赏赐的是耶和华,收取的也是耶和华;耶和华怎样看为好,事情便怎样成就。耶和华的名是应当称颂的,直到永远。”

语法注4 条
  1. 300ὅπου γε

    引导因果或对比性前提的连词用法(意为“既然……甚至”)。此处通过对比来突出骨肉之父(πατρὶ τῷ κατὰ φύσιν)悲痛之深:既然仅藉着属灵诫命与之结联(τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις)的作者心中尚且生出如此沮丧,亲生父亲的哀痛便更可想而知。

  2. 300ἐκπέμψαντες παῖδα ... ὑποδέξασθαι

    与 ἄξιοι(“配得……之人”)相呼应的结构。主格分词 ἐκπέμψαντες 与未明述的主语(父母)一致,不定词 ὑποδέξασθαι 作为形容词 ἄξιοι 的补充说明成分,构成“将正值韶华的儿子送去受训、却换来迎接其长久沉默之人配受哭泣”的骨干句式。

  3. 300πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας

    带有 ἄν 的愿望语气(εἴποι)与充当条件从句的条件分词 εἰπών(相当于 εἰ εἴποι)构成的虚拟句,意为“即便有人说得比这更多,也终究不及事实真相”,属极度赞誉的修辞手法。

  4. 300Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου ... ταῦτα

    复指概括句式。句首以 τὸ δέ 引出一连串介词短语与 πρίν 从句,随后由中性复数指示代词 ταῦτα 总结并作句子的主语,结构为“至于寿数未足、未餍足于生……这些事,并非是痛苦的加剧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:300