← 该撒利亚的巴西流

书信集

§297-299

托付信使与破除迷信及劝勉稽查官

书信297托付埃勒乌特拉关照信使女子;书信298规劝一位虔敬之友切勿盲从对泉水效力的迷信;书信299则劝勉一位厌恶公职的户籍稽查官以不偏不倚的公正之心履行职责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§297

Ἐλευθέρᾳ Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων1 καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσης μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε2 δι’ αὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται, ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.

致埃勒乌特拉 无论因着年事已高,还是因着属灵情谊的真挚,我都认为亲自探访您无与伦比的尊贵,不在时也不疏忽,而是以书信弥补欠缺,完全是我应尽的本分;既然我寻得了这名妇女,作为向您尊贵的殿下呈递书信的合适传递者,我便借由她向您致意,首先勉励您投身于主的工作,使圣洁的神在一切敬虔与庄重中尊贵地引度您寄居的岁月,并使您也配得承受未来的美善。 其次,我也将前述的女儿托付给您,好叫您接纳她,如同接纳我的女儿、您自己的姐妹一般;凡她向您高贵纯洁的心灵所吐露之事,愿您与她同情并扶持她,因为您深知,您首先将从主那里得着赏赐,其次也安慰了我们这些在基督的衷情中向您履满了爱之分量的人。

§298

Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι, ποιεῖς πρέπον τῇ σεαυτοῦ τελειότητι· καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψαιτο· ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου, ἐθαύμασα, καὶ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδεμιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν· πλὴν εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίνεσθαι πέφυκεν. ἀλλʼ ὁ ἀναιρῶν τὴν ἀγάπην3 τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος, ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.

无题,论一虔敬之人 在一切事上您都视我们为合宜的顾问与思虑的同伴,您的所作所为正合乎您自己的完全;愿神报答您对我们的爱,以及您在生活中的严谨。然而,这欺骗竟然临到了您,我深感诧异;您竟然相信水中蕴含着某种超常的力量,况且并无任何见证来证实这传闻。确实,绝没有任何人从那里在身体上获得过他所期望的善事,无论微小还是重大——除非有人偶然获得某种缓解,就像那些睡眠或在生活中从事其他活动的人自然而然发生的那样。然而,那废弃仁爱者却诱使较为单纯的人将偶发事件归因于水的本质。我们的言语是真实的,您可以从亲身的经验中领会这道理。

§299

Κηνσίτορι Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθʼ ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. ὁρῶσι γὰρ δεινά, καὶ πειρῶνται ἀηδῶν, καὶ ἐπʼ ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες. ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων, καὶ πρὸς χρήματα βλέπον, καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον, μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν, ἀφʼ ἧς δυνήσονται φίλους εὖ ποιεῖν, καὶ ἐχθροὺς ἀμύνεσθαι, καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα. ἀλλʼ οὐ τοιοῦτος σύ. πόθεν; ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας, καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας, σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἑτέροις πλείονος ἄξιον τιθέμενος, ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλʼ ἐπειδὴ ἠβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι, μηδὲ ὥσπερ ἀνδραπόδων ἀγορὰν εἶναι τὴν ἀποτίμησιν, ἀλλʼ ὡς ἔστι δίκαιον ἕκαστον ἀπογράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλʼ οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. καὶ μήτε δυναστείαν ὑποπτήξῃς, μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον4 παράσχου τοῖς διοικουμένοις. οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδή, καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. ἢ κἂν ἐκείνους διαλάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται, τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.

致户籍稽查官 您写信给我时,我早已深知您对料理公共事务怀有厌烦之意。这原是一句古老的格言:追求美德的人绝不会带着欣悦投身于公职。盖我看到医者所独有的境遇,亦属于为政者。因为他们目睹可怕之事,经历令人不快之事,并因他人的灾祸而自食悲痛——至少那些真正称得上是为政者的人是如此。至于人类中那些逐利的、注视金钱的、因虚荣而心神不定之辈,则将获取某种权势视为至宝,以为借此便能施惠于友、复仇于敌,并为自己博取汲汲追求之物。但您却非这等人。岂会如此呢?您在政治权力如此巨大之时甘愿退隐;在您原本可以如治理一家般统辖全城之际,您却拣选了清简宁静的生活,将既不招惹是非亦不给他人添乱之事,视作比其余之人珍视其乖戾品行更为宝贵的价值。 然而,既然主愿意伊波拉人的土地不至于落入市侩之手,亦不愿财产清册沦为奴隶市场,而是要按公义登记每个人,那么就请接受这项差事吧;纵然在其他方面多有劳烦,但这终究能成为您在神面前得蒙悦纳的媒介。既不要畏惧权势,也不要轻视贫弱,而要在治理众人时展现出比任何天秤都更为不偏不倚的理性裁决。因为唯有如此,您对正义的热忱才会向托付您此职的人显明,他们必将格外钦佩您。即使他们未曾察觉,亦绝瞒不过我们的神——祂早已为我们立定了善行的大赏赐。

语法注4 条
  1. 297Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων

    不定词 ἐπιβάλλειν 在此作无人称用法(意为“对……是应尽的本分/合宜的”,后接与格 ἐμαυτῷ),后续的各个不定词(ἐπισκέπτεσθαι, μὴ ἀπολιμπάνεσθαι, ἀποπληροῦν)为其逻辑主语,整个结构受分词 κρίνων 支配。

  2. 297πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε

    指示代词 τήνδε 与修饰语 πρέπουσαν διάκονον τῶν ... γραμμάτων 发生了倒置/离隔(hyperbaton);句法骨干为 εὗρον τήνδε [οὖσαν] πρέπουσαν διάκονον(“我发现此女子是……合适的使者/传递者”)。

  3. 298ὁ ἀναιρῶν τὴν ἀγάπην

    此为分词名词化用法(“毁灭仁爱者”),语境中指魔鬼/诱惑者;正是他蛊惑质朴之人,将偶然发生的缓解归因于水的自然本性,从而动摇对神的信靠与爱德。

  4. 299τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον

    中性形容词名词化短语 τὸ ἀρρεπές(“不偏不倚、公正”)作 παράσχου 的直接宾语,比较级 ἀρρεπέστερον 搭配比较属格 τρυτάνης πάσης 则充当宾语补足语(谓语性对格),意为“使你理性的不偏不倚比任何天秤都更为公正”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:297-299