← 该撒利亚的巴西流

书信集

§2#3

修道生活中的言行举止与饮食睡眠之节制

圣大巴西略阐述了修道生活的具体准则,涵盖言谈与对话的节制、质朴的仪态与步履、清简的饮食与餐祷,以及伴随夜间祈祷的克制睡眠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#3

Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει, περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλʼ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον,1 ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως· καὶ εἰ παρʼ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας· πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρʼ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλʼ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθʼ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμψασθαι τὸν ἐλέγξαντα. Ἕπεται δὲ τῷ ταπεινῷ καὶ κατεβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆν συννενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατʼ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον,2 ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδʼ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλʼ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τῆς τροφῆς ἀξίως γινέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴν εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη, ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα· ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἀπασχολεῖσθαι τὸν ἀσκητήν. Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ συμμέτρῳ τῆς διαίτης· κατʼ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. ἀλλʼ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθʼ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος,3 καὶ διορθουμένου μὲν ἑαυτὸν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.

首先,应当力求在言语的运用上不可鲁莽无知,而是要不逞强好胜地发问,不图虚荣地回答;当对方谈及有益之事时莫加打断,亦不可为了自我炫耀而急于插话,在言说与倾听上皆当定立界限;不感羞耻地向人请教,毫无嫉妒地施以教导;若受教于他人,切不可像调换私生子的下贱妇人那样加以隐匿,反倒当心怀感恩地公开颂扬这番言语的源头之父。声音的语调以中庸为宜,既不因声音微弱而难以听辨,亦不因过分拔高声量而令人厌烦。在自己心中先审视将言之语,而后再将言词公之于众。在会面中应当和颜悦色,在交谈中应当温和亲切,不藉由轻浮滑稽来博取欢心,而是藉由良善的劝勉带出亲切之意。无论在何处,即便必须施以斥责,亦当摈除粗暴。因为你若先以谦逊贬抑自己,便能以此为需要医治者所欣然接纳。先知斥责的方式对我们亦常常极为有益:当大卫犯罪时,先知并未凭自己直接向他宣告定罪的判决,而是借助一个虚构的人物,令大卫自己坐在审判自身罪行的法官席上;以至于他既然已经预先作出了不利于自己的裁决,便再也无法对谴责他的人心生怨尤。 追随这种谦卑抑损的气度而来的,是忧悒而垂向地面的目光、不加修饰的仪容、蓬乱的头发、尘垢斑斑的衣服;以至于居丧之人处心积虑所为之事,在我们身上却自然流露出来。内袍当用腰带紧束于身;然而束腰既不可高于两肋,因那是妇人之态;亦不可过于松垮以致内袍拖沓,因那是懒散之相。步伐既不可迟缓,以免显露出灵魂的怠惰;亦不可迅疾慌乱,以免暗示其冲动狂暴。衣服的功用唯有一件:成为冬夏之季抵御外界的自足之肉体遮盖。在色彩上不可追求艳丽,在质地上亦不可追求精细柔软;因为在衣饰上留心妍丽的色泽,等同于妇人的脂粉修饰——她们以异样的色彩染其面颊与秀发。再者,内袍的厚度应当使穿戴者无需另添附衣便可取暖。鞋履则当取其价廉之物,且能无所匮乏地满足实用之需。 简而言之,正如在衣着上应当以实用为先,在食物上,面包亦足以满足需要,清水足以解除健康之人的干渴,由豆类谷物所制之菜肴亦能在肉体履行必要事务时保全其体力。进食时不可流露出狂暴的贪食之相,而要在一切事上保持端庄、温和与节制快感;即便在此刻,亦不可使心灵在对神的默想中闲懒废弛,而是将食物本身的特质与接受食物之肉体的构造化作赞颂神的契机:思想那统摄万有者是如何设计出各种各样与肉体特质相符的食物种类的。饭前的祈祷应当配得上神的赏赐,不论是祂如今所赐的,还是祂为将来所存留的;饭后的祈祷则当包含对已赐之物的感恩与对所应许之事的祈求。进食当有固定的一小时,在周期的同一时刻进行;以便在一昼夜的二十四小时中,几乎仅将这一个小时消耗在肉体上,而其余时间苦修者皆用于从事理智的运用。 睡眠应当轻浅而易于清醒,自然随顺于饮食的节度,并刻意被对重大之事的关切所打断。因为被沉睡的昏迷所紧紧辖制、四肢松弛无力以致给荒诞的妄象留下空闲,会使如此入睡之人置身于日复一日的死亡之中。然而,对旁人而言的黎明拂晓,对于敬虔的苦修者而言则是午夜时分;此时夜间的静谧赐予灵魂以极大的空闲,眼睛与耳朵皆不向心灵传送有害的见闻,唯有心灵孑然一身与神同在,藉由对所犯之罪的记忆校正自身,为自己定下远离邪恶的界限,并祈求从神而来的同工以促成所热切追求之事的完满。

语法注3 条
  1. 2μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον

    阳性单数宾格分词,与非人称动词 προσήκει 及其补足不定词 σπουδάζειν 的未明说逻辑主语(宾格代词如 τινά 或修道者)相一致。后文修饰该动作主体的诸分词(ἐπιθυμοῦντα、μέτρα ὁρίζοντα、προεξετάσαντα、ἀπωθούμενον 等)均保持宾格一致。

  2. 2τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον

    省略系动词命令式(ἔστω)的规戒性格言句。介词短语 ἄνω τῶν λαγόνων 与形容词 χαῦνον 作为表语,与否定词 μήτε 共同修饰主语 τὸ ζῶσμα。

  3. 2μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθʼ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος

    连续嵌套的独立属格结构(genitive absolute)。首层为 τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης;继之以并列否定从句 οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν... παραπεμπόντων;最后由转折连词 ἀλλά 引出 τοῦ νοῦ... συνόντος(并统辖其后的并列分词 διορθουμένου、τιθέντος、ἐπιζητοῦντος),层层递进地阐明午夜静思的条件与心灵的专一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:2#3