← 该撒利亚的巴西流

书信集

§295-296

致修士论共修生活与致埃勒乌特拉书

作者劝勉修士们践行使徒式的共修生活并使信仰与善行兼备,告知已差遣弟兄前去视察;继而致信埃勒乌特拉,解释延期使用其骡子乃出于亲爱之情,并劝导她预备末后审判及教导千金。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§295

Μονάζουσι Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι, μετὰ τοὺς λόγους οὓς δι’ ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα, καὶ ηὐχαριστήσατε δι’ αὐτὸ τῷ Κυρίῳ. ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρʼ ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελείᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπʼ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην,1 εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ, οὗ τὸ ὄνομα ἐπικέκληται ἐφʼ ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ, καὶ τὸ νωθρὸν διεγείρῃ, καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους, καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφʼ ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ· ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ὑμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως. ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν πατέρων πίστεως, καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ὑμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθʼ ἑαυτήν, μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη, ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία, ἀγαθῶν ἔργων ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ ἀπόστολος, δι’ ἀγάπης ἐνεργουμένη.

致修士们 我想,蒙神的恩典,在我们亲自向你们说话之后,你们不需要任何其他的劝勉了;在那些话中,我们劝勉你们众人顺从使徒的生活模式,接受共同的生活;你们确实将此作为美善的教导接受了,并为此向主感恩。因此,既然我们所说的话并非空谈,而是应当化为行动的教导,以造就耐受的你们,安慰提出此意图的我们,并归荣耀和颂赞于那在我们身上被称呼之名的基督;为此缘故,我差遣了我们极亲爱的弟兄,叫他得以察知热忱之人,唤醒迟钝之人,并将那抗拒者向我们显明出来。 因为我切望看到你们聚集在一起,并且听说你们不喜爱那无人作证的生活,而是众人都更乐意作彼此严谨生活的守卫者与善行成就的见证人。因为唯有如此,每个人才能完全得着属于自己的赏赐,以及因弟兄的长进而得的赏赐;而在持续的交往与劝勉中,你们按理当以言以行彼此提供这赏赐。在这一切之上,我们劝勉你们谨记先祖们的信仰,不要被那些企图在你们的静修中迷惑你们的人所动摇,因为你们深知,若非借着对神的信心所照亮,生活准则的严谨本身并无益处;同样,缺乏善行的正统认信,也不能使我们陈明在主面前;唯有二者兼备,属神的人才能得以完全,我们的生命才不致因有所欠缺而跛行。盖正如使徒所言,借着爱运行的信心,才是拯救我们的。

§296

Ἐλευθέρᾳ Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες,2 κατεθαρρήσαμεν ὡς θυγατρὸς πρώην, καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα, πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι, παρετείναμεν δʼ οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι τῆς διαθέσεως τὸ γενόμενον. Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεί, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ,3 ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχήν, καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.

致埃勒乌特拉 度量着您对我们的深情,并鉴于您对主的圣工所怀的热忱,我们日前便如对待女儿一般放胆行事,将您的骡子多用了些时日;我们虽如同对待自己的牲畜一样爱惜使用,但终究还是延长了使用它们的期限。因此,理当将这些写给尊贵的您,使您知晓所发生之事正是深情的明证。 与此同时,我们也借此信提醒您的端庄,要记念主,常将离弃这世界的去路置于眼前,依凭向那绝不受欺骗的审判官的交账来规整自己的生活,好叫您凭着诸般善行,在祂眷顾的日子、在那将显明我们心中隐秘事的主面前得以坦然无惧。 我们借由您向您最高贵的千金致意;我亦劝勉她当在研习主的圣言中度日,以便使她的灵魂借着良善的教导得以滋养,且愿她的心智在成长与伟大上的增进,远胜过肉身因自然而有的长成。

语法注3 条
  1. 295ἐπʼ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην

    物主形容词 ἡμετέρᾳ(我们的)与所有格分词短语 τῶν ὑποθεμένων τὴν γνώμην(提出此建议者们的)构成同格。所有格分词直接呼应物主形容词中蕴含的“我们的”(逻辑上的属格代词 ἡμῶν)这一人称概念。

  2. 296Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες

    阳性单数分词 Στοχαζόμενος 与阳性复数分词 ἐπιγινώσκοντες 并列,并共同连接后文的第一人称复数主动词 κατεθαρρήσαμεν。这体现了作者在语势上从个人的“我(单数)”向作者复数“我们(复数)”的句法过渡。

  3. 296ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ

    介词 πρός 表示标准或目的(“依照……”,“以期……”)。形容词 ἀπαραλόγιστος 意为“绝不受骗的”、“无可诡辩蒙蔽的”,修饰 τοῦ κριτοῦ(审判官),与后文揭明“心中隐秘事”的描述相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:295-296