- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:293-294
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信尤利安,询问其手疾的恢复情况及近况,勉励其保持内心的宁静并继续通信。随后他致信费斯托与马格努,以人父与农夫为喻勉励二人在灵魂中修植虔敬与学问,并指出肉身的距离阻隔不了教导的传递。
Ἰουλιανῷ Πῶς σοι τὸν ἐν μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν; εἰ καθαρῶς ἀπέλαβες1 τῆς χειρὸς τὴν ἐνέργειαν; πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα; εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον, οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. καὶ γὰρ οὔτε ζημίαι, οὔτε ἀρρωστίαι, οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου, ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν τῷ Θεῷ, ἐμπορευομένην, καὶ τὸ μέλλον ἀποσκοποῦσαν, καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν. ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον ἰδεῖν ὑπὸ τῶν πραγμάτων ἐπετράπημεν, ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι.2 πλὴν ἀλλʼ, ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σέ τινι τὰ καθʼ ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. δεῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριῇ.
致尤利安 在这段间隔的岁月中,您的身体可好?您的手是否已全然恢复了功用?人生的其余事务又如何?是否正如我们所祈愿的、且按您的志向所理应享有的那样,正合您的心意而行?因为对于那些心思易于迁变之人而言,其生活紊乱无序自不足为奇;而对于那些心志坚定、始终如一且不动摇之人而言,顺应其志向而度日乃是必然之理。确实,舵手固然无法在想要之时便随心令风浪止息,但若我们平息由情欲自内心引发的纷扰,并将我们的心志树立得高过外在袭来的境遇,那么使我们的生活变得风平浪静,实乃轻而易举之事。因为只要那热忱之人将心思交托于神、展望未来、轻灵而矫健地凌驾于自尘俗掀起的风浪之上,则无论是损失、疾病、还是人生中的其余困顿,都无法染指于他。然而那些被今生的思虑猛烈攫住之人,便如同肉躯沉重却徒有翅膀的禽鸟,与牲畜一同在地面某处匍匐拖行。 因事务纷繁,我们得见您的机缘,不过如同在大海中彼此擦肩而过的行舟一般短暂。然而,既然“从爪印便可识得全狮”,我们便认为凭那短暂的接触已然足够了解您。因此,若您将我们的事务置于心上,不让其自您的思绪中消逝,而是借由记忆使我们常与您同在,我们便视之为莫大的荣幸。而记忆的明证便是书信;您若能更频密地致信,便越是对我们施以莫大的恩惠。
Φήστῳ καὶ Μάγνῳ Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια, καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι’ εὐφυΐαν βελτίους ἐφʼ ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. χαίρει γὰρ πονῶν καὶ γεωργός, ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους, καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφʼ ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφʼ ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθείας. εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων,3 Θεὸς συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος, καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. ἀνίκητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας. Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι’ ὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν, μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου4 τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους, σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας· ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι, τῇ διανοίᾳ σύνεσμεν ἀεί, καὶ προσομιλοῦμεν ῥᾳδίως, τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε θαλάσσης κωλυομένης, εἴ τίς ἐστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.
致费斯托与马格努 为人父者关切自己的骨肉,农夫照料草木或种籽,为师者操心弟子,本是理所当然之事;尤其是当他们因天赋聪慧而在自身上显露出更美好的指望之时。农夫亦在辛劳中欢欣,因麦穗为他而饱满,草木为他而滋长;弟子进德、儿女成长,亦同样使为师与为父者心生愉悦。而我们对你们怀有大得多的挂虑与好得多的指望,其悬殊一如虔敬远胜于一切技艺、且胜过一切牲畜与果实;我们祈愿得见这由我们栽植于你们尚且稚嫩纯洁的灵魂中、并由我们培育的虔敬,能迈向全然的成熟并结出合时的果实,且愿你们的求知之心能助成我们的祈祷。你们当深知,我们对你们的善意以及神的相助,皆取决于你们的心志;若这心志被引导归向正道,神无论受召与否皆必临在于侧施以相助,凡爱神之人亦必自告奋勇前来施教。盖当受教者的灵魂洗尽了一切抗拒之时,凡有能力传授有益之事者的热忱皆是无可匹敌的。 因此,肉身的相隔亦不足为障;那出于丰盛智慧与仁爱创造我们的主,既未曾将心思全然禁锢于肉身之内,亦未曾将言辞的能力局限于口舌之间,反倒在时间上亦为能施益于人者赋予了更多权能,使其教导不仅能传递给远隔重洋之人,甚至能传递给遥远的后世子孙。而经验亦向我们证实了这一道理,盖因生于许多年前之人,正借着文字中所保全的教导来施教于青年;我们虽在肉身上相隔如此之远,在心思上却常相左右,且能从容交谈;只要你们对自己灵魂尚存一丝顾惜,教导便绝不会受阻于大地或重洋。
- 293εἰ καθαρῶς ἀπέλαβες
引导间接疑问句的连词 εἰ 在此独立使用,并无明确的上位主句动词,呼应前文的 πῶς σοι... τὸ σῶμα ἔσχεν,用以提出对身体近况的具体询问。
- 293ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι
承接前文 τοσοῦτον ἰδεῖν... ἐπετράπημεν 的省略比较从句,省去了动词(如 ὁρῶσιν 等),意为“如同在大海中擦肩而过者彼此相见那样短暂”。
- 294ὧν πρὸς τὸ δέον εὐθυνομένων
以关系代词 ὧν 作为逻辑主语的独立属格结构,其先行词为上一句中的 ταῖς ὑμετέραις... γνώμαις,表条件或时间:“当这些(心志)被引向应当之事时”。
- 294δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου
与前文的独立属格 τοῦ δημιουργήσαντος... μὴ συμπεριορίσαντος 并列的分词短语。介词短语 ἀπὸ τοῦ χρόνου 意为“在时间方面/自时间之上”,强调造物主不仅超越了空间与肉体的限制,亦赋予其超越时间限制的能力。
