← 该撒利亚的巴西流

书信集

§291-292

对蒂莫特奥的规劝与对受洗者帕拉迪乌的祝贺

在第291封信中,作者以挚友的坦诚规劝乡村主教蒂莫特奥脱离世俗议论与纷扰,专心操练虔敬,并言及礼物与回赠;在第292封信中,作者祝贺帕拉迪乌领受洗礼并披戴不朽之衣,勉励他务当谨守圣洁、保全恩典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§291

Τιμοθέῳ χωρεπισκόπῳ Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοι τῆς καρδίας. μέσην οὖν βαδιοῦμαι, τὰ μὲν γράφων, τὰ δὲ παρείς. καθάψασθαι γάρ σου βούλομαι, εἰ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ. Εἰ εἶ Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον, ὥστε ἐγκαλεῖσθαι τὴν ἐν τούτοις ἀμετρίαν, ἀποστὰς νῦν τοῦ σκοπεῖν πάντα τρόπον ὅ τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι, ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα1 περὶ σοῦ, καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην, καὶ ὅπως μὴ φίλοις ἄχρηστος, μηδὲ ἐχθροῖς ᾖς καταγέλαστος ἐνθυμῇ, καὶ τὴν παρὰ πολλῶν αἰσχύνην, ὡς δεινόν τι, φοβῇ, καὶ οὐκ ἐννοεῖς, ὅτι ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν; ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρεις μὲν αἱ θεῖαι Γραφαὶ ὧν ἐδίδαξαν ἡμᾶς·2 πλήρης δὲ καὶ αὐτὴ ἡ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. ἔν τε γὰρ τῇ κατὰ τὸν νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον, ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον· καὶ τοῦτο δύο ἀκουστικῶν πόρων ἡμῖν ἀνεῳγμένων. ὀφθαλμοὶ δέ, ἐὰν μὴ ἀμφότεροι πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως· τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν, Ἀθηναίοις ἄγειν. Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλʼ οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα ἔχειν καὶ παρέχειν ἑτέροις, ἡμῶν αὐτῶν γινόμεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαιοῦμεν τῷ ἔργῳ, καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν ἡμῖν βουλομένοις, ὅτι οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν ἐθέλωσι; τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν. Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι3 καὶ κατὰ τὴν ἑαυτῶν φύσιν· πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐνεποίει ἡ προσθήκη τοῦ ἀποστείλαντος. τὰ δὲ ἀπὸ τοῦ Πόντου κηροὺς καὶ ἄκοπα, ἡδέως δέξαι, ὅταν ἀποστείλωμεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.

致乡村主教蒂莫特奥 将我心中所思尽数写出,我认为既不合乎书信的篇幅,亦不相称于问候的体裁;然而若要对此默不作声,于我而言又近乎绝不可能,因我的心正因向你发出的公义义愤而炽热如火。因此,我将取中道而行,或书其一二,或略其其余。盖因若蒙许可,我切愿在友好的坦诚之中向你提出规劝。 倘若你正是我们自幼所熟识的那位蒂莫特奥——你曾对正直与严修的生活投注如此巨大的心力,以致在此类事上的过度甚至招致非议——那么你如今竟放弃以各种方式考量人当行何事以求与神相亲,反而去顾盼某人对你的看法,将自己的生命系于他人的意志,汲汲于如何不至对朋友无用、不至沦为仇敌的笑柄,并将众人的羞辱视为可怖之事而心生畏惧,难道你竟不曾察觉,只要你耗费精力于这些俗务,便会在不经意间荒废了那首要的生命吗?因为兼顾两者——这世上的事务与合乎神的操守——是绝不可能的,关于这一点,神圣的经卷充溢着对我们的教导,自然本身亦满含此类明证。盖在心智的活动中,同时把握两种思绪全然不可能;在感官的知觉中,同时领受并分辨双双灌入耳中的两种声音亦属枉然——即便我们生来便敞开着两道听觉之门。若非双目同时注视某一件可见之物,亦无法准确行使其功用。这些乃是源自自然的明证;而若向你复述经卷上的道理,其荒唐委实不下于所谓“向雅典运送猫头鹰”。 既然如此,我们为何还要将不可相容之物杂糅在一处,将尘世的纷扰与虔敬的操练混为一谈,而何不脱离纷扰、脱离给自己找麻烦以及给他人招致麻烦的处境,成为我们自己的主宰,以行动坚固我们久前立定的虔敬之志,并向那些意欲加害我们的人表明:何时令我们痛苦并不取决于他们的随心所欲?而一旦我们将自己显明为毫无可乘之机时,此事便将成就。关于这些事,且说到此处为止。愿我们有朝一日能相聚一处,就益于我们灵魂之事作更周详的商讨,唯恐当那不可抗拒的离世降临于我们时,我们竟在为虚妄之事的思虑中猝不及防。 你那仁爱之怀所寄赠之物令我欢欣至极,此物依其自身特质固已至为甘美,而寄件人更添的情谊又令喜悦增至数倍。待我们日后奉上产自本都的蜂蜡与缓痛膏剂时,还望欣然笑纳;因眼下我等手头尚无存货。

§292

Παλλαδίῳ Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπότητα, τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε ἑαυτῷ ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν, καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε, ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα, λελογισμένως τὴν χάριν δέξασθαι, καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ, πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐμβαλὼν τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλʼ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων, ὡς Χριστὸν ἐνδυσάμενος. ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.

致帕拉迪乌 圣洁的神安排了与我们端庄至极的姊妹——你的贤内助的相见,成全了我们一半的愿望。神亦有能力赐予所剩余的另一半,使我们在瞻仰到您的尊容时,得以向神献上完全的感恩。因我们满怀切望,尤其是此刻,当我们听闻你已蒙受了那至高的荣宠——即那不朽的衣裳,它包覆了我们的人性,除灭了肉体中的死亡,且必死之物已在那不朽坏的衣裳中被全然吞灭。 既然主借着恩典使你归于祂自己,使你脱离一切罪恶,敞开了天国,并指示了通往彼处福乐的道路,我们便劝勉你在明智上如此超拔于众人的男儿,当审慎明达地领受这恩典,作这宝藏的忠心守护者,极尽周全地恪守这王家寄托的看管之责;好使你保全不受玷污的印记,闪耀于圣徒的辉光之中侍立于主前,未曾给那纯净的不朽之衣沾染一丝污点或皱纹,反倒在一切肢体中保全圣洁,一如披戴了基督。因经上说:“你们受洗归入基督的,都是披戴基督了。”因此,愿一切肢体皆成为圣洁,以相称于受那圣洁而光明的披戴所覆庇。

语法注3 条
  1. 291Εἰ εἶ Τιμόθεος ἐκεῖνος ... ἀποστὰς νῦν ... ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα

    这是一个由条件从句 Εἰ εἶ Τιμόθεος ἐκεῖνος ... 引领的长大修辞疑问句,主句包含伴随分词 ἀποστὰς νῦν 的并列动词 ἀποβλέπεις、ἔχεις、ἐνθυμῇ、φοβῇ 以及 οὐκ ἐννοεῖς。全句表达了惊诧与谴责的语气:“倘若你正是那位蒂莫特奥,如今岂能放弃寻求神而转去顾盼他人的非议……?”

  2. 291ὧν ἐδίδαξαν ἡμᾶς

    关系代词的引化(assimilation)。该词在从句中本应充当动词 ἐδίδαξαν 的直接宾语(宾格 ἅ),但受到形容词 πλήρεις 所要求的属格先行词(如 τούτων)的吸引而变为属格 ὧν。

  3. 291οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι

    动词 ὑπῆρχε 搭配与格关系代词 οἷς、不定词 εἶναι 以及与 οἷς 保持格一致的与格表语形容词 ἡδίστοις 的句式。意为“这些赠品本身就具备了极为宜人的特质”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:291-292