← 该撒利亚的巴西流

书信集

§290

致涅克塔里乌与选任教会领袖的原则

巴西尔向涅克塔里乌表达了深厚的敬意与友谊,同时劝勉在选任教会领袖时应当杜绝人意与派系纷争,全然将决定交托于祈祷与神的旨意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§290

Νεκταρίῳ Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν τὴν διὰ τοῦ γράμματος. μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρʼ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. τί γὰρ ἂν ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων. Περὶ μέντοι τῆς τῶν προστησομένων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος, ἢ ἱκεσίαις ἐνδιδούς, ἢ φόβῳ εἴκων ποιῶ τι, μήτε ταῦτα ποιήσαιμι.1 οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι, τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος. εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων, ἅπερ ἂν μαρτυρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι,2 προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφʼ ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα, ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι, τῆς ἀληθείας δὲ πάμπληθες ἀπολείπεται. Σκέψαι δέ, ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι, μή ποτε τῶν ἁμαρτανομένων ἐφʼ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντων ποτέ, διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν;3 εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ παρʼ ἡμῶν αἰτεῖν, ἀλλʼ οὐχὶ αὐτὸν παρʼ ἑαυτοῦ λαμβάνειν; εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλʼ οὐχὶ ἀγανακτεῖν· καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλʼ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.

致涅克塔里乌 愿厚恩降临于那些促使尊驾借书信与我们保持不绝交往的人。请切莫以为我们所说这番话是出于礼节虚套,而当深信我们实是发自肺腑地将您的声音视为至宝。因为对于我而言,有何人能比涅克塔里乌更为珍贵呢?您自幼年起便因最美好的德行而为我们所熟识,如今更凭各样的美德登上了这般卓越的高位。因此,为我带来您书信之人,便是我一切友人中最亲密的知己。 然而,关于执掌团契之领导人的选任,若我是为了讨好世人、屈从哀求,或是因畏惧退缩而行事,但愿我决不做出这等事!因为若将上帝的恩赐换取世俗的私谊,我便不再是管家,而是卑劣的商贩了。另一方面,倘若世人所投的选票,乃是由那些仅能凭外在表象作证的人根据其所见所闻而投出的,而关于何人更为合宜的裁决,则是由我们谦卑之人交托于洞悉人心隐秘之主,那么,在提交了证词之后,放下将被作证之人视若自己亲族来维护的一切狂热与纷争,并向神祈求莫要隐蔽真正有益之事,这大抵在各方面都是更为稳妥的。因为如此一来,无论结局向何方发展,我们都不再归咎于人,反而会对所成之事向神心怀感恩。然而,这些事若是顺从人之常情而为,便根本未曾真正成就,而不过是一种摹仿,与真理相距万丈。 还请思量,对于极力争胜、务求贯彻己见之人而言,伴随着的绝非微不足道的凶险,唯恐我们何时便将所犯之罪的一份招惹到自己身上。盖因人性脆弱易折,即便从那些万万料想不到之人身上,亦可能产生诸多过失。再者,我们在私下里屡次向朋友进献良言,纵使在咨询者看来我们的建议不足置信,我们亦不至于动怒;而在并非出于人的谋算、乃是关乎神的审判之事上,难道因为我们甚至未被置于神的裁决之上,便会心生不满吗?故此,若是由人所赐,何须向我们祈求,而非自己从自身取得?但若是由主所赐,理当祈祷而非愤慨;且在祈祷中不可妄求己意,而当全然交托于筹划万般益处的神。愿圣洁的神将一切忧患与痛苦挪离您的府第,并赐予您本人及一切眷属无病无灾、饱享丰盛的生活。

语法注3 条
  1. 290μήτε ταῦτα ποιήσαιμι

    表示愿望的希求语气(optative of wish)。紧承前述条件从句(εἰ ποιῶ τι),表达了断然拒绝出于世俗讨好或畏惧而插手选任的决绝心愿:“但愿我决不做出这等事!”

  2. 290καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι

    由非人称表语 βέλτιον [ἐστί] 所统辖的动词不定式结构(包含 ἀφίστασθαι 与 προσεύχεσθαι)。分词 καταθέμενον 为泛指的宾格,充当不定式的逻辑主语,意为“在提出证词之后,抽身脱离一切党争与狂热执念”。

  3. 290μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν;

    承接前文 εἶτα(μέν ... δέ)构成的反问句后半部分。被动分词 προτιμηθέντες 为阳性复数主格,与 δυσχερανοῦμεν 的主语(“我们”)一致,支配比较属格 τῶν τοῦ Θεοῦ κριμάτων,并受 μή 否定(意为“因为我们甚至未被置于神的裁决之上,难道便会心生不满吗?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:290