- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:289
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔引述了一位受辱妇人的沉痛控诉,该妇人因遭受一无赖之徒的恶毒诽谤而陷入孤立无援的绝境;巴西尔就如何在不助长恶行与尊重长官权柄之间平衡向对方征询应对之策,并提议将听证延期至自己亲自到场。
Ἀνεπίγραφος περὶ γυναικὸς καταπονουμένης Ἐγὼ ἴσον ἡμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾷν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον τῇ τιμωρίᾳ, τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε, ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας· καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι, ὥστε εἴ τι ὄφελος ἡμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην,1 πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ἢ ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα. Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλὴν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα, καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου. ἵνα ἑνὸς τούτου τύχοιμι, τῆς παρὰ Θεοῦ εὐδοκιμήσεως καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου, ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ,2 καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν, καὶ ἀγνοίᾳ τῶν κατʼ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένη ἐλάσαι· εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως, ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατʼ ἐμοῦ βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. ἐφʼ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως, πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας. πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι’ ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων,3 διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ. Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. ὁ δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην, καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι. Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται. Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον, οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν.4 ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
无题,论一位受苦的妇人 我既判定听任犯罪之人免受责戒与在惩罚中失度乃是同等的过错,便对此人施加了属于我职权范围内的惩罚,将其逐出教会的相交;并且我曾劝导受害者不要自行复仇,而当将伸冤之事托付于主;从而,若我们的告诫尚有任何效用,我当时就理当已蒙垂听,因为我所使用的言辞远比书信所能令人愧赧的效力更为可信。 然而,当我听闻了分量极重的话语时,我当时既保持了沉默,如今亦认为自己不宜就相同的事宜与她辩论。因为她说:“我原本舍弃了丈夫、生育与尘世的生计,唯愿求得这一件事:蒙上帝的悦纳,并在世人中配得更美好的名声。然而,一个自幼在败坏人家中长大的男人,凭着其惯常的厚颜无耻强行闯入,跌进了我们的家门,仅凭一次偶然的相遇便结识了我们;因我对他的底细一无所知,加之某种未经世故的羞怯,我羞于公然将他驱逐出门;他竟进而陷入如此深重的亵慢与狂妄,以至于使全城充斥着对我的毁谤,并在教会的门厅前张贴公开告示将我公然羞辱。虽然为此遭受了来自法律的若干愤慨(惩治),但他再度返回后,又重整其恶毒的谗言。市集、体育场、剧场以及因生活方式相似而接纳他的人家,再度充斥着对我的辱骂。由于这等极尽可耻之事,我甚至不再能够因自己原本端正的那些更良善的美德而为人所知,全因借着他那放荡的心意,我在众人面前成了众矢之的。 对此,”她说,“一方面,有些人因毁谤而取乐,盖因世人生来就以恶语谩骂为乐;另一方面,有些人虽声称感到痛心,却并不与我同悲;另有一些人则确信那些辱骂属实;还有一些人因顾及其誓言之繁多而将信将疑。然而,却无一人与我同受痛苦。如今我实实在在地感受到了自己的孤寂,并为自己哀泣,因为我没有兄弟,没有朋友,没有亲戚,没有奴仆,没有自由人,全然没有任何与我分担痛苦之人。看来,我发觉唯有自己比这整座城更为可怜,在这城中,憎恶邪恶之人竟如此匮乏;〔城里的人〕并未料到,施于彼此身上的暴虐乃是循环往复的,有朝一日亦必将临到他们自己身上。” 她伴随着无数的泪水向我倾诉了这些以及许多更为刺痛人心的言辞之后,便离去了,甚至未曾让我免于指责,声称我原本应当如父亲一般与她同甘共苦,如今却对如此巨大的灾祸漠不关心,在他人的痛苦中空谈哲学。“因为你所吩咐的,并非叫我漠视钱财的舍弃,亦非叫我忍受肉身的劳苦,而是叫我在声誉本身上遭受损害,而此等声誉的受损,实已成为教职人员共同的亏损。” 面对这些话语,可敬的朋友,请你亲自权衡你如今希望我对她说什么吧——我心里本就存有这样的裁决:既不将行恶之人移交官府,亦决不强行解救已被移交之人。使徒早已向他们宣告过,作恶之人当惧怕掌权者,因为他说:“他不是空空地佩剑。”因此,正如移交他人是不体恤人,同样,解救他人则是助长暴虐之举。或许在审理程序上可以延期,直到我们亲自到场;到了那时我们将表明,由于无人听从,我们毫无用处。
- 289ὥστε εἴ τι ὄφελος ἡμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην
结果连词 ὥστε 引导了一个与过去事实相反的虚拟条件句(条件从句省略直陈式过去时系词,归结从句为 ἄν 加上直陈式不定过去时 ἠκούσθην)。其意为“如果我们的劝诫尚有任何效用,那时我就已被听从了”,强调当时面对面劝诫尚且无效,书信更不可能奏效。
- 289ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ
从属连词 ἐπειδή 引导的句子中插入了冗长的主语 ἄνθρωπος 以及多个分词短语(ἐντεθραμμένος、εἰσβιασάμενος、αἰσχυνομένη)和并列从句,形成了句法破格(anacoluthon),致使原本的从属结构在后半段直接转入主句 εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας。
- 289καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων
不定词短语 μηδὲ ... γνωρίζεσθαι 作动词 ὑπῆρξε 的主语(带与格 μοι),ἐκ τῶν αἰσχίστων 则是表示原因或出处的介词短语(意为“因着最可耻的指控”)。整句骨干为:“因着极可耻之事,我甚至不再可能因自己曾保持端庄的更美之事而为人所知”。
- 289οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν
带冠词的不定词 τὸ ἐξαιρεῖσθαι 作主语,与系动词 ἐστί 以及作表语的属格分词 τρέφοντος 构成特征属格句式,表示“强行解救被移交者,乃是助长暴虐之人的行径/特征”。
