- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:28#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔在哀悼逝者的同时告诫新恺撒里亚信众切勿过度沉溺悲痛,敦促他们各负其责、警醒祈求一位合格的新牧者,并在正统信仰与爱德中保持合一。
Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. τίς ὀξύτερος ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει, ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπʼ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. νῦν ἀπήνθηκέ σοι κόσμος ὁ κάλλιστος· ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ· λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει, οἰκεῖον ἑαυτῷ καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν. Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφʼ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γενησόμεθα;1 οὐκ ἀποβλέψομεν πρὸς τὸν κοινὸν Δεσπότην, ὃς ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὃς ἐκκλησιάζων ὑμῖν ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. πολλοὶ οἱ κύνες. τί λέγω κύνες; λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινὸς ποιμένος ἐπιστασίᾳ. ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι,2 ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπʼ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος3 τῆς ἐκκλησίας ὑμῶν ἐχαρίσατο. ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν εἰς τὸ μέσον τοὺς παρʼ ἡμῶν τυχὸν οὐ προσδοκωμένους. Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦ διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους.4 Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστέ, καθάπερ καὶ ἡμεῖς ὑμῶν, εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι, ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢ ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν·5 ὃ μὴ γένοιτο, μηδὲ ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδʼ ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν. τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν ἐκκλησιῶν συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν διεβεβαιοῦτο, προλήψεις, ἀλλʼ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.
曾经如江河般倾注于我们耳畔的舌头如今已经沉寂;而那向来无人能测的心灵深处,就属人的方面而言比梦境更为虚幻,已然翩然飞逝。有谁比他更敏锐地预见未来?有谁能在灵魂如此稳固坚定的品格中,比闪电更迅捷地应对各项事端?啊,这座曾遭逢诸多苦难的城邑,却未曾有一次如这般在生命的枢要之处受到如此深重的创伤!如今,你最美丽的饰物已经凋零;教会缄口不语,盛大的集会满面愁容,神圣的议会渴慕其领袖;奥秘之言正等待其阐释者,孩童等待父亲,长者等待同辈,官长等待领袖,民众等待庇护者,求生计者等待养育者;众人皆以最亲近的称谓呼唤他,因着这切身的灾难,人人皆发出切合自身、合乎体统的哀歌。 然而,我的言辞又被泪水的沉湎驱向何方?难道我们不该清醒过来吗?难道我们不该成为自己的主人吗?难道我们不该仰望那位公同的主宰吗?祂曾准许每一位圣徒服事自己的世代,并在合宜的时辰再次将他们召回自己身边。如今正是追念那人言辞的适当时刻,他在向你们讲道时总是告诫说:“应当防备犬类,防备作恶的工人。”犬类甚多。何止说是犬类?毋宁说是凶暴的豺狼,在羊的外表下掩盖其诡诈,在天下各处撕碎基督的羊群。藉着某位警醒牧者的看护,你们必须防范他们。在涤除灵魂中的一切相争与争先之念的同时,祈求得到这样一位牧者,是你们的职责;而彰显这位牧者,则属于主的权能。主从你们教会伟大的保护者格列高利直到这位受福之人,一个接一个地增添并不断调和配合,宛如精美宝石的镶嵌,将何等奇妙的美丽赐予了你们的教会。因此,对于往后之事亦绝不可绝望。因为主认识属祂的人,祂亦能将那些或许不为我们所预期之人领至众人之中。 虽然我早就想止住言辞,心灵的剧痛却不容许。然而,我凭着父辈、凭着正统信仰、凭着这位受福之人嘱咐你们:应当振奋灵魂,各人将这全力以赴之事视为己任,并认为事态无论朝何种方向发展,首先承受其结果的都将是自己;切莫像众人常有的那样,将公事的照料推诿给邻舍,随后,因各人在自己的心思中轻忽事务,以致大家在疏忽中不知不觉地为自己招致祸患。 无论你们是将这些话视为邻舍的同情,或是同信之人的交通,抑或——这是更为真实的——视为遵从爱之律法并避开沉默所带来危险之人的心声,都请以全然的善意接纳,深信直到主的日子,你们是我们的夸耀,正如我们也是你们的夸耀一样;并且深信,因着将赐予你们的牧者,我们要么在爱的纽带中更加紧密联合,要么走向彻底的分裂——愿这分裂不致发生,藉着上帝的恩典也绝不会发生,我自己此刻亦不愿说任何不祥之言。但我们希望你们知晓:即便这位受福之人曾因某些成见——正如他自己向我们坚决说明的那样——未曾在教会的和平上与我们步调一致,然而在与他保持同一正统信仰、并始终呼请他作为抵御异端之争的同道这方面,有上帝和那些深知我们的人作证,我们未曾有过一刻的懈怠。
- 28οὐχ ἡμῶν αὐτῶν γενησόμεθα
动词 γίγνομαι 与所有属格(ἡμῶν αὐτῶν)结合的习用表达,字面意为“我们难道不该属于我们自己吗?”,即“难道我们不该恢复自制/恢复理智吗?”。它与前面的 οὐκ ἀνανήψομεν(“我们难道不清醒过来吗?”)平行对应。
- 28ὃν ὑμέτερον μὲν αἰτῆσαι ... τοῦ Κυρίου δὲ ἀναδεῖξαι
关系代词 ὃν 作后续两个不定式 αἰτῆσαι 与 ἀναδεῖξαι 的宾语。此句省略了系动词 ἐστί,以物主形容词 ὑμέτερον(“是你们的职责去祈求”)与所有属格 τοῦ Κυρίου(“属于主去显明”)构成严格的对称句式。
- 28θαυμαστὸν οἷον κάλλος
短语 θαυμαστὸν οἷον 是一种含有关系词的习用修饰表达(相当于拉丁语 mirum quantum),在此作副词性/形容词性强化成分,修饰名词 κάλλος(意为“极其惊人的美丽”)。
- 28λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους
动词 λανθάνω(此处为不定式 λαθεῖν)带补足分词 ἐπισπασαμένους 的经典结构,意为“不知不觉地做了某事”。不定式 λαθεῖν 承接前文 由 ἐπισκήπτω ... μηδέ 所引导的一连串告诫性不定式,表示不当推诿所导致的后继危害。
- 28ἢ πρὸς παντελῆ διάστασιν
承接前句 ἢ ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα(“要么在爱的纽带中更加紧密联合”)的省略结构,省略了与之相对的动词(如 χωρισθησόμεθα 等),仅保留介词短语 πρὸς παντελῆ διάστασιν(“要么走向彻底的分裂”)。
