← 该撒利亚的巴西流

书信集

§285-288

教会财产的保护与对窃贼及顽抗者的管教

巴西尔为教会财产管理者请求庇护(第285信),向官员说明对集会中偷窃穷人衣物者的教会管教与赃物处置(第286信),并指示对狡顽不化及屡教不改者施行逐出祈祷与彻底革除绝罚的教会纪律(第287、288信)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§285

Ἀνεπίγραφος, ἐπὶ τῇ τῆς Ἐκκλησίας προστασίᾳ Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπιδιδούς σοι ταύτην, ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. τούτῳ καταξίωσον, περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου, δοῦναι καὶ λόγου παρρησίαν, καὶ περὶ ὧν διαβεβαιοῦται προσχεῖν·1 ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. τοιαύτη γὰρ ἡ τῶν πτωχῶν κτῆσις, ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτήν, διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν, ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.

无题,论教会的保护 照看教会并亲手掌管其地产管理事务的,正是呈递你此信的所爱之子某某。请你屈尊就他向你端正的德行所陈奏的事宜赐予他直言的自由,并留意他所确言之事;好使教会至少从今以后得以自我恢复,并从这多头的九头蛇中解脱出来。因为穷人的资产正是如此,以至于我们总在寻找接管之人,全因它不但未能从地产中获取任何收益,反而使教会背负额外的消耗。

§286

Κομενταρησίῳ Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων, καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων, οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν,2 ἐπέστειλά σοι, γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφʼ ἡμῶν προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον, καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα, καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα· εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι, ὅτι ἐπιτρέπομέν σοι ποιεῖν ὃ βούλει.

致档案刑狱官 因在本次聚会中,有若干作恶之人被当场拿获,他们违背主的诫命,偷窃贫穷之人单薄的衣衫——对这些人原本应当给他们穿衣,而非剥其衣裳——教会秩序的监管者便拘捕了他们。然而,由于考虑到接管此类人物涉及承办公务的你本人,我便特向你致信,告知在教会中所犯的过错理当由我们施行合宜的矫正,法官们不当就此类事宜受到打扰。因此,我亦已下令接收他们的赃物——即存留于你那里的笔录以及在全体在场者面前所制定的抄件所注明之物——其中一部分留存以待后至之人,另一部分则分发给在场之人;至于这些人,则在主的管教与警戒中予以劝导,我想奉上帝之名,必能在日后使他们改过迁善。因为法庭的刑杖所不能成就的,我们屡次得见主可畏的审判将其纠正。但若你认为就此事宜亦当上呈伯爵,我们因深信正义以及那人的廉正,故准许你随心行事。

§287

Ἀνεπίγραφος, ἐπὶ ἐκδικηταῖς Δυσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. οὐ γὰρ ἔχομεν τί χρησόμεθα3 οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν, ἀπεγνωσμένῳ. εἰς κρίσιν μὲν γὰρ καλούμενος, οὐχ ὑπακούει, κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων, ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος, ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλίγης τῆς πείρας ἔστι τὸ κατʼ αὐτὸν τεκμήρασθαι. τί δὲ ἐρωτᾶτέ με, καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρʼ αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον; ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων, πανοικεὶ τῶν εὐχῶν κεχωρίσθω, καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατικοὺς κοινωνίας. ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσεται.

无题,致教会辩护人 关于此人之处境,看似甚难处置。因为对于如此反复多端、且就眼见之事推测已至绝望顽梗的品性,我们实不知当如何应对。盖因其被传唤受审时拒不听从,即便出面应对,亦大肆玩弄言辞与誓言,以致使我们觉得能尽快脱身离他而去反倒成了一桩幸事。我亦曾多次见他将罪责反推至控告者身上。总而言之,在所有食地上之草木的受造物中,绝无任何本性如这等人一般狡诈且极易习恶,正如此人之性情可由微小的经验中推知一般。你们为何还要向我请教,而不劝说自己将他所施之不义视为来自上帝的惩罚而甘心忍受呢?然而,为了不使你们因分担罪过而受玷污,应当令其举家与祈祷隔绝,并断绝与神职人员的其他相交。或许在成为警戒之后,他会生出羞耻之心。

§288

Ἀνεπίγραφος, ἐπὶ ἐκδικηταῖς Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ἐθνικὸς καὶ ὁ τελώνης· ὃ οὖν ἐγένετο καὶ ἐπὶ τοῦδε. ἅπαξ ἐνεκλήθη· ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη· τρίτον ἐπὶ τῆς Ἐκκλησίας. ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. καὶ διαγγελθήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.4

无题,致教会辩护人 凡寻常的责罚不能使其自敛、隔绝于祈祷亦不能导其悔改之人,势必使其顺服于主所赐下的法度。因为经上记着说:“若是你的弟兄犯了罪,你就趁着只有你和他在一起的时候,责备他;他若不听,你就另外带一个人同去;若仍旧不听,就告诉教会;若连教会他也不听,从此便将他看作外邦人和税吏吧。”这正是发生在此人身上的情形。他曾受过一次控告;在一人及二人面前受到驳斥;第三次则是在教会面前。既然我们已向他严正告诫而他仍不顺从,今后便当将其革除绝罚。并当向全村宣告:他在尘世日常往来的一切交接中皆为不受接纳之人;好使借着我们不与他相往来,他全然成为魔鬼吞吃之物。

语法注4 条
  1. 285τούτῳ καταξίωσον, περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου, δοῦναι καὶ λόγου παρρησίαν, καὶ περὶ ὧν διαβεβαιοῦται προσχεῖν

    与格代词 τούτῳ 同时作为后接两个不定式 δοῦναι(给予)和 προσχεῖν(留心、顾及,即 προσέχειν τὸν νοῦν 之省略)的间接宾语/支配成分。两处 περὶ ὧν 中的关系代词 ὧν 因先行词 τούτων 的省略而受介词 περὶ 的同化,发生了格的吸引(attractio relativi,原构应为 περὶ τούτων ἅ)。

  2. 286νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν

    此句为动词 διαφέρειν 作“涉及/与某人相关”解的不定式结构:与格代词 αὐτῷ σοι 表示所涉及的对象,宾格名词短语 τὴν τῶν τοιούτων ὑποδοχήν 担任不定式的逻辑主语。分词短语 ὡς τὰ δημόσια πράττοντι 与 αὐτῷ σοι 保持同格(与格),充当表原因的状语。

  3. 287οὐ γὰρ ἔχομεν τί χρησόμεθα

    此为 οὐκ ἔχω 后接间接审问从句(τί χρησόμεθα)的惯用结构,意为“我们不知当如何处置/应对”。χρησόμεθα 为未来时直陈语气,其动词 χράομαι 支配后文的与格短语(οὕτω πολυτρόπῳ ἤθει)。

  4. 288ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου

    此为连词 ὡς 带虚拟语气 γένηται 引导的目的从句。前置词短语 ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ 包含由 ἐκ 支配的带冠词的不定式属格,其中包含不定式的逻辑主语(宾格 ἡμᾶς)及与格宾语(αὐτῷ),表示手段与途径:“借着我们不与他相往来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:285-288