← 该撒利亚的巴西流

书信集

§280-284

向莫德斯图斯陈情与请求免除修道者赋税

巴西尔向长官莫德斯图斯陈情庇护亲友并免除赫拉迪乌斯的公职负担,规劝抗拒召请的主教出席殉道者纪念,向埃勒乌特拉解释繁忙并勉励心灵观照,并致信清册官请求免除修道者的赋税徭役。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§280

Μοδέστῳ ὑπάρχῳ Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλʼ οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλόν, καὶ καταθαρροῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων, οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. ὁ τοίνυν τὴν ἐπιστολὴν ἡμῶν ταύτην ἐπιδιδοὺς ἐν υἱοῦ μοι τάξει καθέστηκεν. ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα, ὃ ἀνθʼ ἱκετηρίας προτείνεταί σοι ὁ προειρημένος, καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθʼ ἑαυτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων, καὶ ἐμοὶ ὑπάρξῃ καλλωπίσασθαι ὅτι μοι δέδοται τοιοῦτος παρὰ τῆς χάριτος τοῦ Θεοῦ προστάτης, ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.

致长官莫德斯图斯 向如此伟大的人物通过书信呈递祈求,虽说不免显得唐突,然而你向来给予我们的敬重却除去了我们心中的怯懦,使我们敢于为他人致信;这些人就门第而言乃是我们的近亲,就品德的端正而言亦配受尊荣。今呈递我们此封信件者,于我而言犹如亲子。既然他所企盼之事的成就唯独缺少来自你的恩惠,就请你屈尊接纳我的书信——此信乃由前述之人呈献于你,用以替代祈求的橄榄枝——并赐予他机会陈述其自身遭遇,且与能够协助他的人商议;好使他凭你的敕令迅速达成热切期盼之事,亦使我有幸能够夸耀:上帝的恩典赐予了我这样一位庇护者,竟将与我相关之人视为自己当予庇护的祈求者与请愿者。

§281

Μοδέστῳ ὑπάρχῳ Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. κέχρημαι τοίνυν τῇ δωρεᾷ, καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος, ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. ἐπεὶ δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν,1 καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν, καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.

致长官莫德斯图斯 我铭记你那莫大的恩宠,因你在诸般厚赐之外,亦赋予了我敢于向你宽宏的气度致信的胆量。因此,我善用这份厚赐,享用这极其仁爱的恩典;这既使我自己得着与如此伟大之人交谈的欢愉,同时也为你宽宏的气魄提供了以回信荣耀我们的机缘。既然我此前曾向你的仁慈为我们的挚友、首席元老赫拉迪乌斯提出恳请,使他免除于均摊赋税之职守,获准于我们故乡的政务中效力,且当时蒙你仁慈地点头应允,我如今便重申同一项请求,切切祈求你向行省长官下达敕令,免除对他的此番打扰。

§282

Πρὸς ἐπίσκοπον Μὴ καλούμενος ἐγκαλεῖς, καὶ καλούμενος οὐχ ὑπακούεις. ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκέψει μάτην χρησάμενος.2 οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. ἐπάκουσον οὖν καλοῦσι νῦν, καὶ μὴ γένῃ πάλιν ἀγνώμων, εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ, εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλʼ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτο σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις, τὴν χάριν.

致某主教 未受召请时你便横加指责,及至受召请时你却又不予顺从。然而从后者的行径显见,你此前的辩解亦是徒然虚妄的。因为照常理推断,即或当时受了召请,你也是绝不会前来的。因此,现在就听从召请你的人吧,切勿再次显出悖逆背信;须知罪名之上叠加罪名,后一罪名便证实了前一罪名,并使先前的控告更具确据。我始终劝勉你对我们亦要宽容包容;但纵使你不能包容我们,漠视殉道者们亦是不合正义的,因为你正是受召前去参与对他们的纪念。因此,首先请向这两者施予这份恩惠;若你意不在此,至少请向更为尊崇者施予吧。

§283

Ἐλευθέρᾳ Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρʼ ἡμῶν τυποῦσθαι· συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. στοχάζεσθαι δὲ ὀφείλεις ἐκ τῶν κατὰ σεαυτὴν πραγμάτων. εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφʼ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν; Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσθαι, ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν, κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾷν, αὐτάρκη τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸς τὸ συμφέρον.

致埃勒乌特拉 关于集会的合宜日期,我们希望在我们即将于山地确定的那些之后得以择定;然而除了与集会相关的职责之外,我们看不出还有其他任何得以相见的适当时机,除非主在我们所期盼之外另有奇妙的安排。然而,你应当从自身的事情中推己及人。因为倘若尊贵的你纵然仅操心一家之事,亦有如此繁杂的焦虑重重缠绕,那么你以为我们每日又承受着何等繁多的碌碌纷扰呢? 至于你的梦境,我认为它更圆满地指示出:人当对灵魂层面的观照付出某种关切,并当照料好那双生来便是用以瞻仰上帝的眼睛。而既然你拥有出自神圣圣经的劝勉,你在体察当尽之事上便既不需要我们,亦不需要其他任何人,因为你从圣灵领受了足以使你趋向有益之事的充足教导与引领。

§284

Περὶ μοναζόντων, κηνσίτορι Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιότητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπʼ αὐτοῖς αἰτεῖν, ἀλλʼ ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας· ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων, ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν.3 καὶ γὰρ εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησάμενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι’ αἰδοῦς ἄξεις, καὶ βουλήσει σεαυτῷ κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.

论修道者,致清册长官 我想,关于修道者之事,你的尊严身边或许早已确立了某种准则,以至于我们全然无须为他们祈求特殊的恩宠,而只要他们能与众人一同享用寻常的仁爱便已足矣;然而,由于我认为尽己所能关照此类人物亦是自身的本分,故特向你完备的明哲致信,恳请将那些早已向尘世告别、克死自身肉体、以至于无论在钱财上还是肉身的劳役上皆无法为公家提供任何有益之物的人,免除其赋税杂徭。诚然,他们若真照着自己的誓愿生活,便既无钱财亦无肉体——前者早已散尽以周济贫民,后者则已在禁食与祈祷中消磨殆尽。但我深知,你必将比敬重任何其他人更为敬重如此生活的人,并必愿为自己赢得能够借着合乎福音的生活样式恳求主的有力帮助者。

语法注3 条
  1. 281ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν

    ὥστε 引导的不定式(συγχωρηθῆναι)结构,代词宾格 αὐτόν 作不定式的逻辑主语,被动态分词 ἀνεθέντα 与其保持性数格一致。属格短语 τῆς... φροντίδος 作表示“释放、免除”动词分词 ἀνεθέντα 的分离属格,意为“从税额均摊的职责中解脱”。

  2. 282ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκέψει μάτην χρησάμενος

    形容词 δῆλος εἶ 搭配分词 χρησάμενος 构成的人称句式,相当于非人称结构 δῆλόν ἐστιν ὅτι...(“显而易见你……了”)。τῇ προτέρᾳ σκέψει 为与格,作分词 χρησάμενος 的宾语,意为“使用了先前的借口/考量”。

  3. 284ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν

    主干动词 ἐπιστέλλω(致信要求)支配与格宾语 τῇ... συνέσει σου 及不定式 ἀφιέναι(免除)。不定式的直接宾语为实质化分词短语 τοὺς... ἀποταξαμένους... νεκρώσαντας...(“那些舍弃尘世、克死肉体的人”),τῶν συντελειῶν 为表示免除对象的分离属格(“免除赋税”)。中间的 ὡς... δύνασθαι 引导结果状语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:280-284