- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:277-279
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞勉马克西穆斯弃绝世俗贵胄身世而转向福音与德性修练,敦请瓦莱里亚努斯前来相见以便调停纠纷,并向长官莫德斯图斯推荐一位来自蒂亚纳、寻求庇护的求助者。
Μαξίμῳ σχολαστικῷ Ἀνήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον, ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ.1 καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον,2 χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳ ποιῆσαι, ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ οἷα εἰκός, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται. ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει, καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τῷ ὄντι γάρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. τοῦτο δὲ ἐστιν ἡ παρὰ Θεοῦ τιμή. Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. ἥ τε γὰρ νεότης τῶν ἠρινῶν ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται. καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. ὧν ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν. Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο, μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου.3 ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοι προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.4
致法学家马克西穆斯 善良贤达的塞奥特克诺斯向我报告了关于你那端庄品德之事,并借着言语清晰地描摹出你灵魂的品貌,使我心中生出了与你相见的渴望。他如此强烈地点燃了我对你的情谊,以至于若不是我受衰老所压迫,为久缠不去的疾患所困扰,并被教会无数的纷乱事务紧紧束缚,绝没有任何事物能够阻挡我亲自前往你那里。事实上,在离开显赫门第与显贵血统投身福音生活之后,以理性约束青春,使肉体的情欲顺服于逻各斯,并怀有基督徒应有的谦卑之情——对自己抱以适宜的认识,明了自己从何而生,又将往何处去——这实在是非同小可的益处。因为对本性的沉思能够平息灵魂的亢奋,驱除一切夸耀与狂妄,并且总括而言,使人成为主的门徒,正如主曾说:“学我的样式,因为我心里柔和谦卑。”诚然,最亲爱的孩子,唯有恒久的善才是唯一值得竭力追求且值得称赞的;而这善,便是从上帝而来的尊崇。 相比之下,人类的这些俗事比阴影更为模糊,比梦境更为虚幻。青春的凋落比春天的花朵更为迅速,身体的盛年不是被疾病所消磨,就是随岁月而枯萎。财富不可倚靠,虚名极易颠覆,为诸般技艺所付出的辛劳亦与今生一同画上句号。甚至连人人热烈追求的修辞言辞,其魅力也仅止于听觉之间。然而,美德的操练对于拥有它的人而言乃是宝贵的财富,对于遇见它的人而言则是最悦目的景象。若全心操练这些,你必使自己配得上主在应许中所预备的诸多美善。 至于你当以何种方式获得这些美德,又当如何持守所获得的善,若对照当前这篇简短的信函而言,要论述清楚未免篇幅过长。无论如何,因着从弟兄塞奥特克诺斯那里所听闻的事情,我心中涌起了向你表达这些劝言的意愿;我祈愿他所言句句属实,尤其在关于你的言谈上更为真实,好使主在你的身上得到更大的荣耀——你虽出自异邦的根苗,却丰硕地结出了敬虔的宝贵果实。
Οὐαλεριανῷ Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος ἐπεθύμουν ἰδεῖν. προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνήσειν πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντας τὴν σύνοδον. ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. πάλιν γὰρ ἐκεῖ ἡ Εὔησος, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν, νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρʼ ἡμῶν συμβουλήν, διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ, τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.
致瓦莱里亚努斯 早在身处奥尔法内内时,我便渴望拜见尊贵的你。因为我料想,居于科尔萨盖纳的你,定不会迟疑于过来探访正在阿塔盖纳举行集会的我们。但既然我错过了那次会面,我便渴望在山中与你相见;因为在那里,邻近的埃韦苏斯再次加深了我们相聚的希望。然而这两次机会我都未能如愿,于是我只得诉诸书信,恳请你屈尊前来与我相见。这既是理所应当之举——青年拜访长者本是合宜之事——同时亦可通过此次相聚领受来自我们的教诲,因为你与凯撒利亚的某些人之间有些事务发生纠纷,正需要我们的调解以求化解。因此,若不致劳累费事,请不要迟疑前来与我们相聚。
Μοδέστῳ ὑπάρχῳ Κἂν πολλοὶ ὦσιν οἱ γράμματα παρʼ ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶ ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. διὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκα ταύτην, εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων, καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοί, ἀφορμὰς εὐποιϊῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου. Τὸ μὲν οὖν πρᾶγμα εἰς ὃ δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷς αὐτῷ θάρσος ὥστε φωνὴν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερφυοῦς ἐξουσίας· ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος, διὰ τὸ μάλιστα, ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς, ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθʼ ἱκετηρίας προβάλοιτο.5 ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ, καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν, καὶ σοὶ ἡ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σοῦ.
致长官莫德斯图斯 即便有许多人携带我们的书信呈递给你的尊严,但因着你对我们过人的敬重,我认为信件的繁多绝不会给你那宽宏的气量带来任何烦扰。因此,我欣然将这封信交给了这位弟兄,因为深知他必定能达成其所热切企盼的一切,而我们亦因着为你良善的心志提供了行善的机缘,而被你算入恩人之列。 至于他需要你庇护的具体事项,若你愿以仁慈的目光看待他,并赐予他勇气,使他敢于在你崇高非凡的权柄面前陈词,他自会向你说明。至于我们,则借着这封书信表明心迹:凡施加于他的善行,我们皆视为施于己身;这尤为因为他特意从蒂亚纳启程来到我们这里,正是深信只要出示我们的信件以代祈求的橄榄枝,便能获得莫大的益处。因此,为了使他不致希望落空,使我们得以享受一如既往的礼遇,并使你在行善上的热忱在当下的事情中亦得以成全,我们恳求你善待接纳他,并将他列入你最亲近的密友之中。
- 277ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ.
这是一个嵌套在表示结果的 ὥστε 从句内部的非真实条件句(条件从句用 εἰ μή 搭配未完成过去时与过去完成时直陈式;结果主句用 ἄν 搭配过去时直陈式 κατέσχεν)。年老、宿疾与教会事务构成了延续至今的实际阻碍,用以表达“若非如此,没有任何事物能阻挡我亲自前往”的强烈心愿。
- 277ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον
宾格分词 μεταστάντα 充当紧随非人称表述 οὐ μικρὸν ... κέρδος [ἐστί] 之后的一组不定式(χαλινῶσαι、ποιῆσαι、κεχρῆσθαι)的逻辑主语(主语宾格)。其后出现的与格分词 φρονοῦντι 则是受到前文与格词 Χριστιανῷ 的吸引而在语法格上保持一致。
- 277μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου
这是一种习惯性比较结构,由比较级形容词 μακρότερον、表示限定的不定式 εἰπεῖν 以及由 ἤ 引导的介词短语(ἢ κατά ...)构成(省略了系动词 ἐστί),表示“若对照当前信函的篇幅/势头而言,要详细论述则未免过长”。
- 277ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι
与格分词 βρύοντι 在语法上与从句 ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος 中的代词 σοί(与格)保持一致。此处将 ἀπὸ ῥίζης ἀλλοτρίας(出自异质/非基督徒世俗根源)与 τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας(满结敬虔之珍贵果实)进行对比,凸显了受信人马克西穆斯信仰选择的难能可贵。
- 279ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθʼ ἱκετηρίας προβάλοιτο
由 ὡς 搭配将来时分词 ἕξοντα 构成表示主观理由或企图的结构(“深信自己将获得……”),并连接由 εἰ 引导的祈愿语气条件从句(εἰ ... προβάλοιτο)。此处之所以使用祈愿式,是因为在过去时态的语境(ἐλθεῖν)中转述了该请愿者内心的主观期许(间接引语性质)。
