← 该撒利亚的巴西流

书信集

§28#1

致新恺撒里亚教会:悼念主教与抚慰信众

作者在致新恺撒里亚教会的信中,因无法亲临致哀而致歉,高度赞颂了已故牧者渊博高古的美德、纯正信仰与卓越治理,并劝勉信众当以合乎节度的方式哀悼,坚守既有的平安。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28#1

Τῇ ἐκκλησίᾳ Νεοκαισαρείας παραμυθητική Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼ αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι.1 ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα,2 λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων. Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφʼ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα, οὔτʼ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν, δέδοικα μὴ προδοσίαν ἔχῃ τῆς ἀληθείας. οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθʼ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ὑπερενεγκὼν ἀγαθοῖς, ἔρεισμα πατρίδος, ἐκκλησιῶν κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπʼ αὐτὸν ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν. Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ, ἀλλά, κατὰ τὴν Μωϋσέως εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν θησαυρῶν παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων.3 ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλʼ ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. μόνοι γὰρ ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. μήτε δὲ ἅψαιτό ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀταραξίας τὴν χάριν ἔδωκας. Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ· μηδὲ θρήνων ἀμετρίᾳ, καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι, τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. ἀλλʼ εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς δέ, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετʼ ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε. Καίτοιγε εἰ καὶ μὴ ἐπʼ ἐσχάτου γήρως ἤλαυνεν ὁ ἀνήρ, ἀλλʼ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸν ἐπὶ ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι4 ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται, ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε· σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας· οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι, ἀλλʼ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν· ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει.

致新恺撒里亚教会的安慰信 所发生的事变原要求我们亲自前往,以便与作为至亲之人的你们一同克尽对那位受福之人的敬意,并从那更为阴郁之事的直接景象中分担对这苦难的哀戚,并与你们共商必要的谋划。然而,既然有诸多事物阻碍了肉身的相聚,所剩的途径便是通过书信与你们共同分担眼前的局面。 那位仁人的诸多令人惊叹之举——我们正因这些而认为当下的损失格外令人不堪承受——既不能为一封书信的篇幅所容纳,况且当我们的灵魂因悲痛而如此沮丧时,将言辞用于其浩瀚的功业也是不合时宜的。因为在他的一切当中,有何者是足以从我们记忆中脱落,或被认为理应归于沉寂的呢?全部一次性道出固属不可能,而仅述其局部,我则唯恐其中含有对真理的背叛。这位显然在同侪中以诸般属人的善行超拔于一切之上的人物已经离世,他是祖国的栋梁、教会的荣耀、真理的柱石与基石、对基督之信仰的坚固支撑、家人的安全、敌手最难交战的对手、父祖法令的守卫者、标新立异的仇敌;他在自身中展现出教会的古昔仪态,宛若依循某种古昔秩序的神圣肖像,塑造着他所统辖教会的面貌,以致与他相处之人,仿佛是在与两百余年前乃至更早之前如明光般闪耀的人相处一般。 因此,这位仁人绝未拿出任何出自私意或新奇心智的发明,而是依循摩西的祝祷,深知如何从其心灵良善宝藏的至圣所中,引出“古中之古”,以及“在崭新事物面前的古老事物”。正因如此,他在同辈的集会中所蒙受的优待,非依年齿而定,而是以其智慧的高古超迈众人,凭着公议的许可享用首席。这种引导的益处究竟有多大,凡注视你们之人断不会追问。因为在我们所知的人中,唯有你们,或者至少是极少数人之一,在事态如此巨大的风暴与旋风中,因着他的掌舵而度过了平静无澜的生活。异端灵气的狂澜未曾触及你们,那狂澜常将没顶与舟覆加诸易于动摇的灵魂。万有之主啊,愿它永不触及〔这教会〕;你曾将最久远的安详之恩,赐予你那起初奠定教会基石的仆人格列高利。 愿你们在眼下的时机切莫辜负此恩;切莫因过度哀号,以及任由自己被悲痛所左右,而将必需事务的良机让予伺机而动之人。然而若是非哀叹不可(虽然我主张不必,以免我们在这一点上与那些没有指望的人同流),那么假若合适,你们不妨如同一支哀悼的歌队,推举你们的领唱者在前,随他一起以更为谐调的节度哀哭所发生的变故。 况且,纵使此人未曾行至垂暮之年,然而单就他对你们监护的岁月而言,他在寿数上并未有所欠缺。他之所以沾带肉身,亦仅以在其痛苦中显明灵魂之坚忍为度。或许你们中会有人认为,岁月在亲历者心中只会滋生同情的增广与深情的附加,而非厌足的由头,因此你们蒙其恩惠的岁月越长,便越深切地感知其离去;而对于虔敬之人而言,就连义人肉身的影子也重于一切。愿你们中有许多人确具此种心意;因为我自己也绝非主张应当怠慢此人,而是劝勉大家以合乎人之常情的方式承受悲痛;因为凡哀叹此项损失时所能言说之理,连我自己也未尝不明。

语法注4 条
  1. 28τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼ αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι

    承接前句主干 ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν(所发生之事要求我们亲临),用以表达亲临之目的。前两个目的由定冠词属格不定式 τοῦ ... συνεκπληρῶσαι 与 τοῦ ... συμμετασχεῖν 以 τε... καί 连结表示,第三个目的则通过 καί 并列了 ὥστε 引出的不定式短语(ὥστε ... κοινωνῆσαι)。三者在语法功能上同属表示目的的修饰成分。

  2. 28ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα

    在由 ἐπεί(既然/因为)引导的原因状语从句中,系动词(ἦν 或 ἐστί)被省略。宾语 τὴν σωματικὴν συνάφειαν(肉身的相聚)前置以示强调,随后是表语 πολλά 与充当主语的冠词分词短语 τὰ διακωλύοντα(阻碍之事)。

  3. 28παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων

    此语化用了七十士译本《利未记》26:10的句式。其中 παλαιὰ παλαιῶν 为希伯来语式的强调属格(即“古老中之最古者”),而 παλαιὰ ἀπὸ προσώπου νέων 则是由介词短语 ἀπὸ προσώπου 构成的表达(意为“在崭新事物面前的古老事物”),在此喻指故人坚守古昔纯正信仰,而不迎合当代新奇的异端思潮。

  4. 28τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι

    中性单数宾格分词 τυχόν 在此作独立宾格演变而来的副词,意为“或许/可能”。它与小词 ἄν 及祈愿式动词 ὑπολάβοι 搭配,构成潜在祈愿式(potential optative),用以预先设想收信人可能提出的反驳或心声。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:28#1