- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:26-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第26封信中,作者勉励奇迹般脱离死难的凯撒里乌斯不可忘记危急时刻的誓愿,当更加敬虔事奉神;在第27封信中,作者向尤西比乌斯述及自己在病体稍愈之际又遭严冬阻隔于室内的近况,并表达了期望早日登门拜访的心愿。
Καισαρίῳ τῷ ἀδελφῷ Γρηγορίου. Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ ἐν σοὶ ἐπιδειξαμένῳ, καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε, τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδʼ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας. ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα, καὶ ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν, καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι, οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περί σε θαύμασι. Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον προκόπτοντα,1 ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; τοῦτο δʼ ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν, ἣν εἴχομεν ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον, καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων, οὔτε πάγιον, οὕτω ῥᾳδίως ἐχόντων τὰς μεταπτώσεις. καί πού τις μεταμέλεια μὲν ἔκ τε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν, ἐπὶ τοῖς φθάσασιν ὑπόσχεσις δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύειν καὶ ἑαυτῶν ἐπιμέλεσθαι κατὰ πᾶσαν ἀκρίβειαν. εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα ἢ ἐγγύτατα τούτων ἀναλογίζεσθαι τηνικαῦτα. Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶ τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατʼ ὀφθαλμοὺς ὁμιλίαις σοὶ ἦν σύνηθες.
致格列高利的兄弟凯撒里乌斯 感谢神,祂在您身上也彰显了自己的奇迹,并从如此巨大的死亡中拯救了您,既为了祖国,也为了我们这些亲族。因此,剩下的责任便是我们不显为忘恩负义之人,也不配不上如此巨大的恩泽;而是要尽我们的力量宣扬神那不可思议的作为,赞颂我们亲身体验到的这份仁慈,不仅在言语上献上感谢,而且在行动上也成为这样的人——正如根据发生于您身上的奇事,我们确信您如今已是的那样。 并且我们劝勉您更加倍地事奉神,通过不断的增进使敬畏之心与日俱增,并向着完全进发,好叫我们被证明是我们生命的睿智管家,神的良善正是为了这生命而存留了我们。因为,如果对我们所有人来说,将自己献给神有如从死里复活的人一样是一条诫命,那么对于那些从死亡之门被提拔上来的人而言,岂不更是如此吗?而且,正如我深信的那样,如果我们愿意始终保持在危险之时所拥有的同样心意,这一目的便最能达成。因为人生的虚无,以及人事中绝无可靠稳固之物、如此极易经历剧变,无疑曾浮现在我们心头。想必依照常理,对以往之事的悔悟,以及对往后之事的承诺,也在我们心中油然而生——即如果我们蒙拯救脱险,就要事奉神,并以完全的严谨看顾自己。因为,如果那临近的死亡危险曾赋予我们任何念头,我想您在当时也必定在思量这些事情,或与这些极相近的事情。 是以我们已经有责任偿还一笔不可或缺的债务。我因神的恩赐而满心欢喜,同时又对未来的事怀有忧虑,因而斗胆向您的完人之德提请注意这些事。而您应当仁厚温和地接纳我们的言辞,正如您在当面晤谈时所惯常的那样。
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ, ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι.2 Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.
致萨莫萨塔主教尤西比乌斯 蒙神的恩典和您祈祷的相助,当我似乎从病痛中稍有康复并重聚自己的体力之时,冬日便降临了,将我们闭锁于家中,逼迫我们留于原地。因为即使这次冬日比往常温和得多,但对我而言,这已足以构成阻碍,不仅无法在这严冬中跋涉旅途,甚至连稍微探出房间一步都无法做到。 然而,得以配通过书信与您的敬虔交通,并因盼望得到回信而已经预先感到宽慰,这对我来说也绝非小事。如果时机允许,且我们在世的寿数尚存,饥荒也不至于阻断我们的行程,通过您的祈祷,我们或许能迅速得遂所愿;从而在您的壁炉前拜访您,在充分的闲暇中尽情饱享您内里那浩瀚的智慧宝藏。
- 26προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον προκόπτοντα
主动词 παρακαλοῦμεν 的人称代词宾语(σε)被省略,阳性单数宾格分词 συναύξοντα 与 προκόπτοντα 与这一省略的宾格在语法上保持一致,充当其逻辑主语,意为“我们劝勉[您],不断加深敬畏并向着完全进发,来事奉神”。
- 27οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ, ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι
习惯短语“οὐχ ὅπως ... ἀλλʼ οὐδέ ...”表达递进否定,意为“不仅不能……甚至连……也不能”(远非……甚至连……都做不到)。此处承接前文的 ἱκανὸς εἰς ἐμπόδιον(足以构成阻碍),修饰不定词,说明严冬的阻碍程度严重到了不仅无法旅居跋涉,甚至连迈出房门半步都不能。
