- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:273-276
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者为友人赫拉斯向两位显贵请求庇护,并向异教显贵哈尔马提乌斯恳切求情,劝其宽容接纳归信基督教的儿子。
Ἀνεπίγραφος, περὶ Ἥρα Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾷν τὴν σὴν τιμιότητα, ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν, ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην καὶ οὐδεμίαν ἔχουσαν ὑπερβολὴν τῆς φιλίας διάθεσιν, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκαγαθίᾳ, καὶ παρακαλῶ οἰκείως τε αὐτὸν θεάσασθαι, καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου· ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναριθμεῖν.
无题,关于赫拉斯 我深信你的尊严如此关爱我们,以至于将关涉我们的事视为自己的事;因此,我向你卓越崇高的美德推荐我们最受尊敬的弟兄赫拉斯——我们称呼他为弟兄,并非出于某种客套习惯,而是出于最笃实、毫无夸张的真挚友谊;我恳求你以亲近友善的态度看待他,并在他需要你宽宏气度的事项上,尽你所能向他提供庇护;从而使我能够将这一恩惠,也算入我已经在你那里获得的诸多善行之中。
Ἱμερίῳ μαγίστρῳ Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια, ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε,1 καὶ μέχρι γήρως συμπαρέμεινε τῇ τοῦ Θεοῦ χάριτι, παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλοφυίας ἀγάπην ἐξ ἐκείνου ἡμῖν ὁ Κύριος ἐχαρίσατο, ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικετεύω, τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσχόντα, οὕτως οἰκειώσασθαι τὰ κατʼ αὐτὸν πράγματα, ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστασίας δεηθῆναι, ἀλλʼ ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπραξάμενον τὰ κατʼ εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς, οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.
致长官希梅利乌斯 我与最受尊敬的弟兄赫拉斯之间的友谊与亲密交情,始自幼年,又蒙上帝之恩相伴直至老年,你自己比任何人都要清楚。事实上,几乎正是自主促成我们彼此相识之时起,主便将对你卓越才智的爱慕赏赐给了我们。既然他如今需要来自你的庇护,我便恳求并祈请你,既顺应长久以来对我们的情谊,又顾及当前临到他的困顿,将关涉他的事务完全视同己出,以至于他不再需要任何其他的庇护,而是能够如愿成就一切事情归回到我们这里;从而使我们能够将这一恩惠,也算入我们从你那里领受的诸多恩德之中;在我们领受此恩时,我们绝不可能为自己找到更大、亦不可能找到与我们更为息息相关的恩惠了。
Ἀνεπίγραφος, περὶ Ἥρα Προέλαβες τὰς παρʼ ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει, καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφʼ ἑκάστου καιροῦ προστασίαις. ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατʼ αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιότητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ, καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας· ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχειρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. πρὸς οὓς μίαν εὑρήσομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.
无题,关于赫拉斯 你在对待我们最受尊敬的弟兄赫拉斯的情分上,已经先于我们的恳求而行;你向他所展现出的极高礼遇,以及你在各个时机提供的庇护,都已超越了他的祈愿。然而,由于我们亦无法对他的处境保持缄默,我们仍恳求你那无与伦比的尊严,因着我们的情面,为你对该人的热忱更添一份心力,并使他胜过仇敌的侵扰返回祖国;因为现今他绝未脱离嫉妒的飞箭,许多人正企图侵扰他那恬淡无为的生活。面对这些人,只要你亲自愿意向该人伸出庇护之手,我们就将找到唯一牢不可破的安全保障。
Ἁρματίῳ τῷ μεγάλῳ Καὶ ὁ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ὁ ἡμέτερος δὲ τῶν Χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. ὥστε μὴ περιττόν με ἡγήσῃ, μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθʼ ὃν οἰκονομούμεθα· τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον, καὶ Θεῷ ὀφείλεσθαι παρʼ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν Χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρʼ ὑμῖν πολλῶν καὶ δι’ ὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον,2 ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατʼ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντα καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψαι σοι τὴν ἐπʼ αὐτῷ λύπην· πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι’ ἡμῶν πληρουμένην, οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονται Χριστιανὸν ὑποδέξασθαι.3 οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.
致大哈尔马提乌斯 全人类共同的法则使年长的老人成为众人共同的父亲,而我们基督徒特有的法则,亦将我们这些老人置于这一年纪之人的父母之位。因此,如果我为了你的儿子向你进言调解,请不要认为我是多管闲事,亦不要以为我超出了必要限度去妄加干涉。对于他在其他事情上的顺服,我们认为你有权索求;因为就身体而言,他既受自然法则的管辖,亦当服从我们借以治理的这一城邦公民法则。然而就灵魂而言,由于他是从更具神圣性的本源领受了灵魂来到世间,理当认为它顺服于另一位主宰,且应当由灵魂向上帝偿还那在一切债务中最为古老的债务。因此,既然他弃绝了你们中间借由物质符号所崇奉的众多神明,而拣选了我们基督徒的那位真实上帝,就请不要对他心怀怨愤,反而当赞叹其心灵的高贵;因为他通过真实的认识和合乎德性的生活,将与上帝相联结看得比对父亲的畏惧与顺从更为尊贵。因此,天然的天性,以及你在凡事上温和谦逊的性情,必会劝服你绝不让自己对他的不悦哪怕存留片刻;无论如何,你也绝不会轻视我们的求情,或者更确切地说,是由我们代为传达的、属于你那座城邦的祈求;城邦的市民出于对你的深情厚意以及为你祈求一切美善的心愿,深信亦将把你本人作为基督徒来迎接。突然传入城中的这一传闻,使他们陷入了何等巨大的喜乐之中。
- 274Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια, ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε
先取(prolepsis)句式,主格名词短语 Ἡ ... φιλία ... καὶ συνήθεια 被置于 ὅτι 从句之前。在语义上,该主题成分充当 ὅτι 从句内部的主语(或为主动词 ἐπίστασαι 所预先引出的主要认知对象)。
- 276μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον
不定式(δυσχεραίνειν, θαυμάζειν)在此充当表命令的不定式(imperative infinitive),或承接前文中表达请求的动词 ἀξιοῦμεν。其后的 θαυμάζειν 支配受属格 τῆς ψυχῆς 修饰的宾格直接宾语 τὸ γενναῖον。
- 276οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονται Χριστιανὸν ὑποδέξασθαι
关系代词 οἳ 在意义上指代集合名词 τῆς σῆς πόλεως 中所蕴含的市民们(依意合构词 constructio ad sensum)。随后的与格短语 τῷ ... φίλτρῳ 及动名词与格短语 τῷ ... εὔχεσθαι 表示原因或理由。
