- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:272
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信长官索弗罗尼乌斯,驳斥有关自己心怀恶意的谗言,力陈二人自幼的深厚友谊及自己在梅姆诺尼乌斯事件上的清白,敦促对方消除猜忌。
Σωφρονίῳ μαγίστρῳ Ἀπήγγειλέ μοι Ἀκτίακος ὁ διάκονος, ὅτι σέ τινες ἐλύπησαν καθʼ ἡμῶν, διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὐταὶ παραφύεσθαι θεραπεῖαι, οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ,1 δι’ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. καὶ σχεδόν, ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες, ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν. Ἀλλʼ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς2 καὶ διαβολὴν κατʼ ἐμοῦ παραδέξασθαι, ὃς πολλοὺς ἀγαπήσας ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας.3 καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾷν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. οἶδας δὲ ὅσον δύναται πρὸς φιλίαν τὸ ἔθος. εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρʼ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητήσεις, ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην. μὴ γάρ ποτε εἰς τοῦτο καταβαίη τὰ σά, ὥστε τῆς παρὰ τῶν οὕτω μικρῶν, ὁποῖος αὐτός εἰμι, εὐεργεσίας προσδεηθῆναι. Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. πῶς δὲ τὴν Ὑμητίου εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκειώσεως, ἀνδρὸς οὕτω δαπανῶντος τὴν οὐσίαν; ἀλλʼ οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρʼ ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι, τὸ παρʼ ἐμοῦ πρὸς τινὰς τῶν θορυβούντων λεχθέν, ὅτι Εἰ μὲν προείρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς, κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπουδαζόμενα· εἰ δὲ μεταβουλεύσεται, μὴ παρασύρητε τὸ σεμνότατον ὄνομα τοῦ φίλου ἡμῶν, μηδὲ ἐν προσχήματι δῆθεν τῆς περὶ τὸν προστάτην ὑμῶν σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν, ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλήν, καταπράττεσθε. πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι’ ἐμαυτοῦ οὔτε δι’ ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου. Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ἀπεγνωσμένον ἡγῇ, καὶ καταφρονεῖν τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες, καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ σὲ διάθεσιν, τὸν Ἀλέξανδρον μιμούμενος, ὅς, ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι, τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτών,4 καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλʼ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.
致长官索弗罗尼乌斯 执事阿克提亚库斯向我报告说,有人因我们而使你心生不悦,诽谤我们对你的尊严怀有不善之意。但我并未因有谄媚之徒追随这样一位大人物而感到惊异。因为这类低贱卑屈的奉承,往往自然寄生于显赫的权贵之侧;他们由于缺乏足以使自己闻名的自身善德,便借由他人的劣迹来荐举自己。正如麦锈病是麦子本身所产生的对麦子的败坏,伪装成友谊的谄媚亦是友谊的祸害。因此,正如我所言,若有人如同雄蜂环绕蜂巢一般,在你的光耀而令人赞叹的门庭四周嗡嗡作响,我并不感到惊奇。 然而,令我感到震惊且完全不可理喻的乃是:你在品格的庄重沉稳上格外卓越,竟然容许自己向他们敞开双耳,并接纳了针对我的毁谤;我从早年直至这把年纪爱过许多人,却深知自己在友谊上未曾将任何人看得重于你那完满的德性。因为纵使理性未曾说服我去爱这样一位人物,自幼以来的相知相契也足以将我的心灵与你的心灵紧紧系在一起;而你也深知,长久以来的习惯对于友谊具有何等的力量。即便我未曾展现出与这般心志相称的作为,亦请宽恕我的软弱。因为你自己亦绝不会向我索求某种行动来作为善意的凭据,而显然是要求那与你同心祈求至善的心志。但愿你的境遇永不至跌落到这般地步,以至于需要像我这等微不足道之人施以恩惠。 那么,在关涉梅姆诺尼乌斯的事情上,我又怎会说出或做出任何对你不利之事呢?因为执事正是如此向我报告的。而对于许墨提乌斯这样一个挥霍家产之人,我又怎会将他的财富看得比与你的亲密交谊更重呢?然而,这些传言全无半点属实:我既未说过也未做过任何不利之事。或许给那些进谗言者提供借口的,是我对某些滋事喧哗者所说的一番话:“如果那人预先已定意将自己的想法付诸实行,那么无论你们滋事与否,无论你们说话还是缄默,所谋之事皆必然成就,绝不会有丝毫减损;但如果他改变主意,你们切莫拖累我们朋友那至为尊严的名声,亦不可假借对你们庇护人的殷勤关切之名,从你们用以威胁恫吓的行径中为自己谋取私利。”然而对于那位撰写遗嘱的当事人,无论借由我自己还是通过他人,关于此事我连片言只语亦未曾提及。 除非你认为我是一个彻底堕落、轻视谎言这一弥天大罪的人,否则你不应当怀疑这些话。相反,请你务必消除对这一事件的猜疑,从今往后将我对你的情谊置于一切诽谤之上,效仿亚历山大:他在收到指控其医官图谋不轨的信件时,恰逢其时手持药物准备服下,他断然不信那进谗之人,以至于一边阅读书信,一边饮下了药剂。因为我决不认为自己在友谊方面的名声当受到低于任何人的贬损,这既因我从未在友谊上有过过失而被抓到把柄,更因我从我的上帝那里领受了爱的诫命;不仅按照人类共同的天性我是这爱的债务人,而且由于我深知你于我个人和我的祖国皆是莫大的恩人。
- 272οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ
关系代词 οἵ 采用了意义一致(constructio ad sensum),在性数上呼应了语义上的先行词“谄媚者”(阳性复数 κόλακες),而非其语法上紧邻的阴性抽象名词短语 αἱ ἀνελεύθεροι αὐταὶ ... θεραπεῖαι。
- 272τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς
带冠词不定式短语 τὸ ... ἀνασχέσθαι 作句首指示代词 ἐκεῖνο 的同位语,其宾格主语为 σέ。动词 ἀνέχομαι 在此接补充不定式 ἀνεῖναι(源自 ἀνίημι,“放开、借予”),并以 ἀμφοτέρας τὰς ἀκοάς 为直接宾语,以与格 αὐτοῖς 为间接宾语。
- 272οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας
认知动词 οἶδα 接主格补充分词 προτιμήσας 指代主语自身,构成“我深知自己未曾偏爱任何人”的习用结构。介词短语 εἰς φιλίαν 表“在友谊方面”,属格 τῆς σῆς τελειότητος 则受动词 προτιμάω 的比较含义支配,作比较属格(意为“胜过你的完满”)。
- 272τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτών
与格冠词 τῷ 引出不定式 ἁλῶναι(与后文的 λαβεῖν 并列),作原因与格,用以解释作者何以认为自己不当受到轻视。动词 ἁλίσκομαι(被抓获、被定罪)按惯用法后接主格补充分词 ἐξαμαρτών,表示被证实犯下了过失。
