← 该撒利亚的巴西流

书信集

§270-271

严惩掠夺妇女罪行与向优西比乌致荐信

在第270封信中,作者强烈谴责掠夺妇女的罪行,下令营救被掳女子并将犯人、同谋及包庇村落驱逐出教会祈祷;在第271封信中,作者惋惜与好友优西比乌失之交臂并追忆同窗年华,随后郑重引荐无可指责的长老基里亚库斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§270

Ἀνεπίγραφος, ὑπὲρ ἁρπαγῆς Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευμένοις οὔτε ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι, ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρανομία ἐστὶ καὶ τυραννὶς ἡ γινομένη αὕτη ἁρπαγή, καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε1 πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τούτου ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν· ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον Χριστιανοῦ, καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελόμενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν, καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ, κατὰ τὸ ἤδη προλαβὸν παρʼ ἡμῶν κήρυγμα, τριετίαν πανοικεὶ τῶν εὐχῶν ἐξόρισον. καὶ τὴν κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν, καὶ φυλάξασαν, ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον· ἵνα μάθωσι πάντες, ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἅρπαγα, οὕτως ἀποδιώκειν αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.

无题,关于掠夺之事 我深感悲痛,因为我发现你们对那些已被明令禁止之事既不愤慨,亦未能认识到:这一发生的掠夺行为,乃是对人类生存与生命本身的违法行径与暴虐统治,更是对自由之人的凌辱。因为我深知,若是你们众人都持有这样的见解,早就没有任何事情能阻止这恶俗从我们乡土中被驱逐出去了。因此,请在当下重振基督徒的热忱,针对这一不义之举采取相称的行动。无论你在何处寻得那女子,务要倾尽全力将她夺回,归还其父母;至于那行恶之人,当将他逐出教会的祈祷,宣布为被革除教籍之人;那些与他一同行凶之人,当依据我们此前已发布的通告,连同全家一并逐出祈祷三年。至于那收留被掠女子、加以藏匿或出战防卫的村落,亦当将全村居民一并逐出祈祷之外;好叫众人明白,当将掠夺者视为如毒蛇或某种野兽一般的公敌,从而如此将其驱逐,并为受委屈之人伸张正义。

§271

Εὐσεβίῳ ἑταίρῳ συστατικὴ ἐπὶ Κυριακῷ πρεσβυτέρῳ Εὐθὺς καὶ κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει, ὅσον ἠθύμησα διαμαρτών σου, τί δεῖ καὶ λέγειν2 πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα, τῷ τὰ ὅμοια πεπονθέναι; ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄριστον Εὐσέβιον, καὶ περιπτύξασθαι, καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν, καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκείνων, ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἕν, καὶ ἑστία μία, καὶ παιδαγωγὸς ὁ αὐτός, καὶ ἄνεσις, καὶ σπουδή, καὶ τρυφή, καὶ ἔνδεια, καὶ πάντα ἡμῖν ἐξ ἴσου πρὸς ἀλλήλους ὑπῆρχε. πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ, καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον, νέον δοκεῖν πάλιν ἐκ γέροντος γεγενῆσθαι; ἀλλʼ ἐκείνων μέν με διέφυγεν ἡ ἀπόλαυσις, τὸ δὲ διὰ γράμματος ἰδεῖν σου τὴν λογιότητα, καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι, οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμωτάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνιστῶν σοι καὶ οἰκεῖον ποιῶν δι’ ἐμαυτοῦ, μή ποτε δόξω3 περίεργόν τι ποιεῖν σοὶ προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. ἀλλʼ ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας, καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόντων χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγώ, οὐδεμίαν γνωρίζων κατʼ αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόντων τὰς χεῖρας, τῶν μὴ φοβουμένων τὸν Κύριον, ἐπήρειαν. καίτοιγε εἴ τι ἐγεγόνει παρʼ αὐτῶν, οὔθʼ οὕτως ἀνάξιος ἦν ὁ ἀνήρ· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν, ἢ ἀφαιροῦνταί τι τῆς ὑπαρχούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾷν, σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.

致同窗优西比乌,关于长老基里亚库斯的推荐信 在你离开之后我旋即赶抵城中,因与你失之交臂而何等沮丧,向一个无需言语、仅凭自身经历过同样之事便深知此情的人,我又何须多言?因为对我而言,得见在一切事上至善的优西比乌,与他相拥,借着回忆重返我们的青年时代,重温那些我们共享同一居室、同一炉灶、同一位学监的日子,是何等宝贵之事;那时我们的闲暇与求学,奢华与匮乏,彼此间一切皆完全均等。你以为我将借着与你相聚而在记忆中重温这诸般往事、蜕去这沉重暮年并看似由老者复归青年之事的价值,看得有多高?然而,虽说享受那些事物的机会离我而去,但我借着书信得见你的学识,并借着与最受尊敬的同道长老基里亚库斯的相逢,以力所能及的方式慰藉自己,这权利却未被剥夺;若由我出面将他引荐给你并借由我来使你们亲近,我深感赧然,唯恐将本已属于你且与你格外相契的朋友引至你面前,会看似是在多管闲事。然而,鉴于我既当为真理作见证,又当将我所拥有的至大之物惠及在属灵上与我相连之人,我认为他在祭司职分上的清白无可指摘对你亦是显而易见的,而我自己亦予以确认,因他在那些肆意向众人下手、毫无敬畏主之心的人那里未受任何构陷。即便他们曾有所举动,那人亦绝非不堪之人;因为主的仇敌更是坚固了他们所攻打之人的品位,而非剥夺从圣灵归于他们的丝毫恩典。不过正如我所言,根本未曾有人针对那人罗织罪名。因此,请将他视为一位无可指摘、与我们休戚与共且配受一切敬重的长老予以接纳,这既有益于你自己,亦是对我们的施惠。

语法注3 条
  1. 270οὐδὲν ἐκώλυε

    在与事实相反的条件句主句中(承接条件从句 εἰ τοιαύτην εἴχετε γνώμην),未完成过去时直陈式未加小词 ἄν。在表达阻碍、义务或可能性的动词(如 κωλύω、ἔδει、προσῆκεν 等)中,习惯上省略 ἄν 而单用过去时直陈式来表示与事实相反的结论,意为“本没有任何事情能够阻止”。

  2. 271ὅσον ἠθύμησα διαμαρτών σου, τί δεῖ καὶ λέγειν

    语序倒置(hyperbaton),由感叹/间接疑问代词 ὅσον 引导的从句(“我因与你错过而何等沮丧”)被置于主句 τί δεῖ καὶ λέγειν(“又何须多言”)之前。句法骨架实质为 τί δεῖ καὶ λέγειν ὅσον ἠθύμησα...,通过先置该从句来强调失之交臂的极度沮丧之情。

  3. 271αἰσχύνομαι συνιστῶν σοι ... μή ποτε δόξω

    动词 αἰσχύνομαι(感到羞怯、顾虑)后接补充性分词 συνιστῶν,同时支配由 μή ποτε 引导的表顾虑/担忧的虚拟语气从句(δόξω),意为“我为向你引荐他而感到顾虑,唯恐似乎在……”。此处 αἰσχύνομαι 兼具表担忧之动词的性质,因而引出 μή 从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:270-271