- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:269
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信将领阿林泰乌斯的遗孀表示慰问,就因身体衰弱无法亲自前往吊唁致歉,劝勉她铭记凡人皆有一死的常理及丈夫光荣的信仰终局,切勿过度沉溺于悲痛,当为了家人节哀自强。
Τῇ ὁμοζύγῳ Ἀρινθαίου στρατηλάτου παραμυθητική Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει ἡμᾶς αὐτοὺς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραύναμεν καὶ τῇ σεμνότητί σου τῆς παρακλήσεως τὸ εἰκὸς1 ἀπεπληρώσαμεν. ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σῶμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἤλθομεν ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα. Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπʼ αὐτῷ ἀφεῖναι δάκρυον; ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε, τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. ἀλλʼ ὅμως ἐλογισάμεθα ὅτι, ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα, τοῖς καθήκουσι χρόνοις πάλιν παρὰ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν ἐπὶ τῷ συμβάντι παρακαλοῦμεν, καί, ὡς οἷόν τε, μετρίως φέρειν τὴν συμφοράν. ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν σου καὶ πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλʼ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει, δι’ ἁπλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι’ ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες πάλιν εἰς γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίων φανῆναι τῆς διαλύσεως.2 Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμαστὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον· ἀλλʼ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅντινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλʼ ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν αὐτῷ, χάριν ἔχωμεν τῷ συζεύξαντι. τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας· ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι. ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούργησεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατʼ αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν.3 ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν Ἀρινθαῖος. ἀλλʼ ὅμως πέπονθεν ἃ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται. Οἴχεται καταλύσας λαμπρῶς, μὴ ὑπὸ γήρως κατακαμφθείς, μὴ καθυφείς τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι· μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθείς, διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. ὧν ὅτι αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν.4 καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δι’ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς γυναιξί· καὶ οὕτω τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.
致将领阿林泰乌斯之妻的慰问信 我们亲自前往并同担所发生之事,本是顺理成章,亦是对您的情谊所当尽的本分;因为如此我们既能平息自身的悲痛,亦能向您的尊严尽到应有的慰问之职。然而,由于我的身体已不再能承受远途的奔波,我们便藉由书信往来进行交通,免得我们看似对所发生的变故全然漠不关心。 究竟有谁不曾为那个人叹息呢?又有谁心如顽石,竟不曾为他流下滚烫的热泪?至于我,更是深陷于极度的沮丧与忧伤之中,因我回想起那人在私下给予我的礼遇,以及他对上帝众教会的公共护庇。然而,我们还是思量到:他既是凡人,且在今世尽了当尽的职分,便在适当的时辰再次被掌管我们诸般事务的上帝接纳而去。我们亦恳请您的聪慧在思量这些事时,对所遭逢的变故保持平稳安宁,并尽可能以节制之心承受这宗不幸。时间的流逝固然足以软化您的心灵,并给理性的思虑留出余地;然而,您对丈夫至深的挚爱以及对众人的良善仁慈,却令我们深感不安,唯恐您因品性的淳朴而承受了悲伤的重创,以致放任自己陷于悲恸的情绪之中。因此,圣经的训诲在任何时候都是有益的,尤其是在这等时刻。故此,请铭记那位造我们者的判决:借着这判决,凡从尘土中生出的众人,皆必重归于尘土;无人伟大到能够显出超脱于形体解体的特权。 那令人惊叹的人诚然俊美而崇高,正如我自己所赞同的那样,其心灵的美德足以与肉体的刚健相匹敌,在二者之上皆有过人的卓越;然而,他仍旧是凡人,他已经去世,正如亚当、亚伯、诺亚、亚伯拉罕、摩西,以及在同享这一本性的人当中您所能举出的任何一人一样。因此,我们切不可因他被取走而心生怨尤,倒要为了当初曾与他共度岁月而向那使你们结合的上帝献上感恩。丧夫之痛,原是您与其他妇人所共有的;但我深信,能够因拥有如此美满的婚姻而享有同等自豪的妇人,绝无仅有。因为造我们的主确实将那人造作了人性之中独一无二的典范,以致众目皆注视于他,众舌皆传颂他的生平;画师与雕塑家难以企及他的崇高神采,史学家在叙述其军功武勋时,甚至落入如同神话般的令人难以置信之中。因此,大众甚至无法忍受听信那散布这阴暗消息的传闻,更全然无法接受阿林泰乌斯竟已离世。然而,他终究经历了连苍天、太阳与大地亦将面临的结局。 他光荣地结束了生命而离去,既未被衰老所折服,亦未曾减损半点盛名;他在今世伟大,在来世亦伟大;他未因今世的显赫而在那所盼望的荣耀上遭受任何亏损,因他在生命的终局之际,借着重生的洗礼涤净了灵魂的一切污秽。在这些事上,您曾成为他的引荐者与同工,理当享有最大的安慰。请将您的心灵从今世之事转向对未来之事的挂虑,好叫您借着善行,配得进入与他相似的安息之所。请眷顾年迈的母亲,眷顾幼小的女儿,对于她们,您是唯一留存的慰藉依靠。请成为其余妇人坚毅勇敢的楷模;如此调理您的悲痛,使您既不将它驱逐出心怀,亦不至于被哀戚所吞噬。在这一切之上,请仰望在生命行为的报应之时,从我们的主耶稣基督那里向我们所应许的忍耐之大赏赐。
- 269τὸ εἰκὸς
在短语 τῆς παρακλήσεως τὸ εἰκός 中,中性冠词形容词 τὸ εἰκός 用作名词,意为“应尽之分”或“合宜之责”,其前的属格 τῆς παρακλήσεως 起说明性或部分属格的作用(“合宜的慰问之职”)。
- 269βελτίων φανῆναι τῆς διαλύσεως
比较级形容词 βελτίων 支配比较属格 τῆς διαλύσεως(解体、肉身之死),意为“显出优于形体解体”,即指免除凡人肉身必朽的普遍宿命。
- 269πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν
动词 ἐκπίπτω(陷入、跌入)与介词短语 πρὸς... ἀπιστίαν 连用,表达史学家在叙述其卓越战功时,由于其事迹过于非凡,以致其记述沦入神话般令人难以置信的境地。
- 269ὧν ὅτι αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν
关系代名词属格 ὧν 指代前文所述的诸项恩典(临终洗礼涤净灵魂等)。ὧν ὅτι 结构呈现出缺少统摄主句谓语(如“当知…”、“深信…”)的破格句(anacoluthon)或省略。其后的第三人称单数动词 ἔχει(异文作第二人称 ἔχεις)或是短暂转换为客观叙述,或是省略了以其理性/心智为主语的修辞,译文统一按照语境直接指涉收信人本人来处理。
