← 该撒利亚的巴西流

书信集

§267-268

致流放主教巴尔塞斯与欧塞比乌斯的问候

巴西尔致信流放中的主教巴尔塞斯与欧塞比乌斯,因病患与教务无法亲自探访而致歉,为他们的平安祈祷,并关切当地的近况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§267

Βάρσῃ, ἐπισκόπῳ Ἐδέσσης, ἐν ἐξορίᾳ ὄντι Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν, ἧς ἔχω περὶ τὴν σὴν θεοσέβειαν, ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι’ ἐμαυτοῦ περιπτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην, καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα καταπονεῖ με καὶ φροντὶς ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος, καὶ οὐκ εἰμὶ ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν, καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λυπουμένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδημίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλειτουργῶν σου καὶ τῶν συναθλητῶν ἃ εὐχόμεθα, καὶ περὶ σοῦ αὐτοῦ, ἃ νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης. Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν, οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. καὶ τάχα οὐκ ἠδυνήθησαν διασῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως, καὶ ἀπεστείλαμέν τινα, ἃ καταξίωσον ὑποδέξασθαι παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως, καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. εἰ δέ τι, καὶ ὡς ἀσχολούμενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες,1 παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν, μηδὲ λυπηθῇς· ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοιποὶ πάντες. ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.

致流放中的埃德萨主教巴尔塞斯 因着我对您的敬虔所怀有的情谊,我原切望能亲自前往,亲手拥抱您真挚的爱德,并赞美那在您身上得显为大、且使您尊贵的晚年在全居住世界敬畏祂的众人面前显为显著的主。然而,由于身体严重的虚弱使我困惫,且诸教会无可言喻的顾虑重压于我,以致我不能由自己做主去往我所意欲之地、会见我所渴慕之人,我便借着这封书信来慰藉自己渴望享受您身上美善之德的切愿,并恳请您无比的敬虔为我和教会祈祷,好叫主赐我们在异乡寄居的愁苦岁月或时刻中能够无可绊跌地度过;愿祂亦恩赐我们得见祂众教会的和平,并得闻关于您其余的同工与同战友们我们所祈求的事,以及关于您自身、您治下的信众日夜向公义之主所求的事。 但请您知悉,我们虽未曾频繁致信,亦未曾达到应当致信的次数,然而仍旧写信给您的敬虔。或许是受托代交书信的弟兄们未能将我们的问候送达。但如今,因我们遇见了正前往您尊荣之处的自家人,便满怀热忱地将书信托付于他们,并奉寄了若干微物;恳请您勿以蔑视之态,欣然从我们的卑微中领受这些物品,并效法先祖以撒祝福我们。倘若我们因事务缠身且心思沉溺于繁多顾虑之中,以致在应当合宜的事上有所疏忽,请勿归咎于我们,亦请勿忧伤;倒当在凡事上效法您自身的完满,好叫我们亦能如其余所有人一样分享您的美德。愿您刚健、在主内喜乐、为我代祷,蒙恩留给我与上帝的教会。

§268

Εὐσεβίῳ ἐν ἐξορίᾳ ὄντι Ἔδειξε καὶ ἐφʼ ἡμῶν ὁ Κύριος, ὅτι οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὐτοῦ, τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τῷ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον, καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος, ἀβλαβῆ διεφύλαξε. καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα,2 ἢ τοῖς γοῦν ἄλλοις, οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. πέπεισμαι γὰρ ὅτι, τοῖς δάκρυσι τῶν ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσχών, ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ. Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶν δι’ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. διὰ δὲ τὸ ἀκοῦσαι πάντα λῃστῶν καὶ δησερτόρων πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖν ἀναγγέλλοντα.

致流放中的欧塞比乌斯 主以祂伟大而有力的大能之手庇护了您圣善的生命,在我们的世代亦彰显了祂绝不离弃属祂的圣者。因为我们将此事视为近乎等同于圣者在大鱼腹中安然无恙,以及敬畏主的人在烈火中丝毫无损地存活;既然据我所闻,即便战祸从四面八方将您们重重包围,祂依然保守了您的敬虔不受侵害。并且愿全能的上帝在今后为我们——若我们仍存活的话——或者至少为那些将您的归来视若自身救恩而翘首以盼的其他人,保全这一极受渴望的相见景象。因为我坚信,俯察了众教会的眼泪以及众人因您而发的叹息,仁慈的主必将保守您的生命于现世,直到祂将此恩典赐予那些日夜向祂哀求的人。 至于直到我们亲爱的弟兄兼同伴执事利巴尼乌斯到来之时针对您们所行的事,我们已在他路过时借由他充分得知;但自那之后的诸事,我们切望知晓。因为我们听闻在此期间该地区发生了更大且更艰苦的患难;关于这些患难,若有可能,愿我们更早获悉,若不然,至少借着最虔敬的弟兄兼同伴长老保罗归来之时,愿我们得悉正如我们所祈求的那样:您们的生命得蒙保全,未受伤害,亦未遭横暴。然而,因听闻道路各处皆充斥着强盗与逃兵,我们生怕在弟兄手中交付任何物品,免得我们反倒成了他丧命的诱因。但若主赐下适度的安宁,正如我们听闻军队的过境,我们亦必尽力差遣我们自己的人前去探望,并将您们那里的各项情形向我们呈报。

语法注2 条
  1. 267τὸν νοῦν βεβαπτισμένον ἔχοντες

    动词 ἔχω 与完成时被动分词 βεβαπτισμένον 结合构成的迂说法(periphrasis)。心智(τὸν νοῦν,作 ἔχοντες 的直接宾语)表现出被繁多顾虑所淹没和持续压制的状态。

  2. 268τὸ πολύευκτον θέαμα

    祈愿语气动词 φυλάξειε 的直接宾语(宾格)。与与格 ἡμῖν(以及其后的 τοῖς γοῦν ἄλλοις)相呼应,构成“愿祂为我们……保全这极受渴望的景象(即与欧塞比乌斯重逢)”的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:267-268