- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:266
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者回应彼得关于未能及时通报本地事态的指责,陈明连番动荡带来的麻木与艰难,解释了加拉太与德罗特奥之事的原委,为主教梅勒提乌斯与欧塞比乌斯的正统信仰辩护,并呼吁彼此精诚团结。
Πέτρῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Καλῶς μου καθήψω1 καὶ πρεπόντως πνευματικῷ ἀδελφῷ, ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθʼ ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων, καὶ ὁ πολὺς οὗτος ὁ κλόνος ὁ νῦν σαλεύων τὰς ἐκκλησίας, πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυπούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκνότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἐκ παλαιοῦ κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλʼ οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη θαυμάζομεν,2 οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. ἀλλʼ ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρώην γινομένοις ἀτάκτως, οὔτε τὰς σὰς διωχλήσαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι φήμη διακομίσει αὐτομάτως τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι· ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ὑμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις, ὥσπερ δυσχεραίνοντας διότι παρώφθητε. αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα, παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. ὅπερ ἐπειδὴ ἐποίησας, καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε, καὶ ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὅτι ἐστὶ λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. οὐ γὰρ μεθʼ ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν, οὐδέποτε ἠδυνήθην αὐτοῖς ἀποκρίνασθαι, ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ, καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλʼ ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον, τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως, ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει, καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς. Ἐλύπησε δὲ ἡμᾶς ὁ ἀδελφὸς Δωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκολίᾳ. ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς, οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν.3 ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου Δαμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις, καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκατηριθμῆσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέβιον. ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, ὁ γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ ἡ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας, ὃ μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. οἳ οὐδʼ ἂν πρὸς ὥραν αὐτῶν ἐδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν.4 ἀλλὰ, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν. χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινωνίαν, καὶ μάλιστα νῦν, ὅτε αἱ τῆς ἀνατολῆς ἐκκλησίαι πρὸς ἡμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνοιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυθήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας, πρὸς τὸ μὴ ἀνταίρειν τοῖς πολεμίοις τῆς πίστεως.5
致亚历山大里亚主教彼得 您对我的责备合情合理,且正切合一位从主领受真爱之教导的属灵弟兄,因您责怪我们未曾将此地的大小诸事悉数向您显明。诚然,关注我们的处境本是您的分内之事,而将我们的一应事务向您的仁爱呈报亦是我们的本分。然而,我们至尊且切望的弟兄,请您知悉:接连不断的患难,以及如今动荡众教会的这一巨大扰乱,使得我们对所发生之事再无一事感到诧异。因为正如在铜铁作坊中双耳遭受震击之人对喧嚣嘈杂习以为常,我们因着荒谬消息的频繁而至,此后亦已习惯在乖谬的变故面前保持一颗安然且无惧的心。因此,亚利乌派自古以来针对教会所策划的阴谋,纵然名目繁多、规模浩大并传闻于普世各地,但因是出自真理之道的公开敌人与仇敌,对我们而言仍是可忍受的;当他们不依循惯常行事时,我们反倒称奇,而非当他们针对虔敬胆敢做出重大狂妄的暴行时感到诧异。真正令我们悲伤与不安的,乃是那些同心合意、信仰相同之人所作的作为。然而尽管如此,因这类事情为数甚多且不断灌入我们的耳中,即便是这些事如今亦显得不再非同寻常。因此,对于日前那些无序发生的事端,我们既未惊惶失措,也未曾劳烦您的双耳:一方面是因为深知传闻自会通报所发生的事,另一方面也是在等待其他人成为这些悲痛之事的使者;再者,我们亦认为您为这类事情愤慨发怒并不合理,倒像是因自己被忽视而心生不悦。不过,对于行了这些事的人本身,我们已致信予以适当的告诫,恳请他们——既然那里的弟兄遭受了某种不睦——切不可离弃爱德,而当等候那些能依教会法度医治过犯之人予以纠正。既然您已出于正当且合宜的举动施行了此事,我们便赞赏您,并向主献上感恩,因为在您那里依然存留着往昔良规的残余,且教会在我们的受迫害中未曾丧失自身的力量;因为教会的规程并未同我们一起被流放驱逐。因此,虽屡受加拉太人烦扰,我却始终未能给他们任何答复,正是在等待您们的裁决。而如今,若主赐允,且他们愿意听从我们,我们指望能将这班民众引向教会,免得我们自身背负倒向马尔凯鲁斯派的指责,而是使他们成为基督教会之身体的肢体,好叫那从该异端流散而出的恶毒毁谤,因我们的接纳而在其中消弭,我们亦不至蒙羞,仿佛成了他们的党羽。 然而,正如您亲笔致信所述,德罗特奥弟兄未能凡事温和亲切地与您的端方得体进行交谈,这令我们深感伤痛。而此事我亦归咎于时局的艰难。我们因着自身的罪孽,似乎在凡事上都不得通达,倘若连最热心的弟兄都未能显得亲善,甚至因未能完全依照我们的心意行事而变得不适于各项服事。他在归来之后,向我们转述了在至尊贵的达马苏斯主教座前与您的尊荣所进行的交谈;他告诉我们,我们至蒙神喜爱的弟兄兼同工梅勒提乌斯与欧塞比乌斯竟被列入亚利乌狂热分子之中,这令我们痛心不已。纵使没有任何其他事物确证他们的正统信仰,至少亚利乌派对他们的敌视,在公允省察之人眼中已是不小的正统证明。为基督受苦的团契亦理当将您的敬虔与他们联结在爱德之中。真正至为尊贵的弟兄,请深信这一点:在上帝为证、我们为听众之下,绝无任何一句正统信仰的言辞不是由这些人以完全的坦诚所宣扬的。倘若我们发现他们在信仰上有所瘸腿动摇,即便一时一刻我们也断不会接受与他们的联合。然而,若您以为可行,便让我们放下过去的事,为接下来的岁月开辟一个和平的开端。因为我们众人按照肢体的相交彼此需要,尤其是现今,当东方的众教会仰望我们、且必将把您们的同心合意视为坚固与笃定的契机之时;但若他们察觉到您们彼此之间存有某种猜忌,他们便会灰心丧气、松懈自己的双手,以致不再奋起抗击信仰的仇敌。
- 266Καλῶς μου καθήψω
动词 καθάπτομαι(意为“抓住”,引申为“责难、指责”)支配人称属格(μου)。随后的 ὅτι 从句(ὅτι σοι μὴ πάντα... φανερὰ ποιοῦμεν)表示责难的内容和理由。
- 266οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη θαυμάζομεν
关系代词 οὓς 先行词为前文的 τῶν Ἀρειανῶν,它被置于时间连词 ὅταν 之前,但在句法上是主句动词 θαυμάζομεν 的直接宾语(“当他们不依循常态行事时,我们才对他们感到称奇”),构成了超步倒装(hyperbaton)。
- 266τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν
带冠词不定式的与格结构(τῷ ... ἐπιτελεῖν),充当原因状语(“因未能完全依照我们的心意行事”),解释了为何他们被认为不适合于服事。
- 266οἳ οὐδʼ ἂν πρὸς ὥραν αὐτῶν ἐδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν
过去反事实条件句(past contrafactual)。归结分句使用 ἄν 加上不定过去式直陈语气(ἐδεξάμεθα),条件从句使用 εἰ 加上不定过去式直陈语气(εὕρομεν),意为“如果我们发现他们在信仰上有所瘸腿动摇,即便一时一刻我们也断不会接受与他们的联合”。
- 266πρὸς τὸ μὴ ἀνταίρειν τοῖς πολεμίοις τῆς πίστεως
前置词 πρός 加上带否定词的冠词不定式 τὸ μὴ ἀνταίρειν,表示否定性的目的或结果(“以致不再反抗信仰的仇敌”),依附于前面的动词短语 παρήσουσιν ἑαυτῶν τὰς χεῖρας(“垂手/松懈其手”)。
