- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:265#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔斥责了阿波利拿里对诸般应许所作的粗俗的千禧年式与律法主义阐释,敦促流放中的主教们挽回纠正他,同时告诫他们切勿草率接纳马尔凯鲁斯的随从者恢复共融,而应取得东西方教会的共同认可。
τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠφάνισε καὶ ἠμαύρωσεν, ὡς ἡ τούτου μυθοποιία; ὅς γε τὴν μακαρίαν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς πολιτευσαμένοις κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι, ὥστε εἰς γραώδεις μύθους καὶ λόγους Ἰουδαϊκοὺς ἐκτραπῆναι· ἄνωθεν ἐπαγγέλλεται τοῦ ναοῦ τὴν ἀνανέωσιν, καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν, καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα, καὶ θυσίαν ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα, καὶ σποδὸν δαμάλεως ῥαντίζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμὸν λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως· καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται· ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ· λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν·1 καὶ ὅλως εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι κατήργηται, δῆλον ὅτι τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐντάλμασιν ἀκυρωθήσεται. Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν πραΰτητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας, καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων, ἐβεβαίωσε γὰρ τὸν τῆς παροιμίας λόγον, ὅτι Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν, στερρῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια. Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνῆσαι τὴν εὐλάβειαν ὑμῶν, ἵνα μηδὲν ἀπερισκέπτως μηδʼ εὐκόλως περὶ αὐτῶν τυπώσητε. ἀλλʼ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον, ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵνʼ οἱ ἡμῖν συναπτόμενοι δι’ ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος. ἐπεὶ νῦν γε οὐ μετρία κατέσχε λύπη τοὺς πολλούς, ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν, τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων· καὶ οἱ τῆς δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν· ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρʼ ἑαυτοῖς, ἑπόμενοι αὐτῶν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὰ γινόμενα μᾶλλον βεβαιωθῇ ἐν τῇ πλειόνων συγκαταθέσει, καὶ ἡ εἰρήνη μὴ διεσπᾶτο2 ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς3 στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διαφερόντων. οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλʼ ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας, ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα, πάντα πρὸς καταρτισμὸν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μεθʼ ὑμῶν οἰκονομήσαντες, μεθʼ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις, ἐφʼ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες, ὅτι κἂν πάνυ τὸ καθʼ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ δύσει καὶ τοὺς κατὰ τὴν ἀνατολὴν κοινωνικούς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.4
又有谁像此人的杜撰神话那样,将应许的领域败坏并遮蔽得如此彻底?对于为依循基督之福音行事为人者所存留的福乐盼望,他竟敢以如此卑陋而荒唐的方式加以阐释,以致偏离转向了老妪的荒诞故事和犹太式的言谈。他重新宣告圣殿的复建与律法规定仪礼的谨守;在真正的大祭司之后重现预表性的大祭司;在除去世人罪孽的上帝羔羊之后重设赎罪祭;在一洗之后实行局部的诸番洗仪;用母牛的灰洒在因着对基督的信已无瑕疵、皱纹或此类缺欠的教会之上;在复活的不朽无损之后再行麻风的洁净;在人不娶也不嫁的时刻奉献猜忌的供物;在从天而降的粮之后有陈设饼;在真光之后有燃烧的灯盏。总而言之,若如今在律例中的诫命之律已被废除,那么显而易见,在那时基督的教训必将被律法的条规所废止。 因着这些事,羞愧与屈辱遮蔽了我们的面容,沉重的悲痛充满了我们的心房。因此我们恳请您们,作为熟谙医术的医师以及领受教导当以温柔教导反抗之人者,尽力使他重归教会的良规整肃,并劝导他轻蔑抛弃其著作的繁复多言——因为他应验了箴言之语:“多言多语难免有过”——且坚定地向他摆明正统信仰的教义,使他的纠正得以显明,其悔悟亦得以为众弟兄所共知。 关于马尔凯鲁斯的随从者,提醒您们的敬虔亦属合宜,免得您们就他们之事草率且轻易地下定规制。然而,既然那人因着不敬虔的教义退出了教会,那么随从他的人就必须在绝罚诅咒了那一异端之后,方可被接纳进入共融,好叫借着您们与我们联结的人得以为全教会弟兄团体所接纳。盖因如今众人听闻他们在前往您们的尊前时,不仅蒙您们接纳,且被您们分享了教会的共融,便陷入了莫大的悲戚之中。然而您们本当知晓,借着上帝的恩典,您们在东方并非孤立无援,而是拥有许多同属自身阵营之人,他们捍卫在尼西亚颁布敬虔信仰教义的教父们的正统信仰;并且西方所有的人亦与您们及我们同心合意;我们自他们那里领受了信仰的信条书卷,并保存在自己身边,依循其健全的教导。因此,凡与您们处于同一联合之中的所有众人,本应当得到充分的通报,以便所行之事借着多数人的赞同而更为坚固确凿,且和平不至在接纳某些人而另一些人脱离之际被撕裂。因此,关于关乎普世万邦所有教会的重大事务,您们本应沉稳而温和地予以审议。因为称许并非归于迅速确立教理者,而是归于稳固且不可动摇地规制各项事务、以致在后世受到审察时其见解反倒显得愈发纯全确凿之人;此人无论在上帝亦或在世人面前皆蒙悦纳,因他按公正条理掌管其言行。 信函的交通所能容许我们陈述的上述诸事,我们已向您们的敬虔进言。愿主赐我们在某个时刻得以彼此相聚,以便为着造就上帝众教会而与您们一同料理万事,并与您们一同领受公义的审判官为忠信且明智的管家所预备的赏赐。然而在眼下,请俯允将您们接纳马尔凯鲁斯派之人所依据的条款遣送给我们,且深知这一点:纵使您们就自身一方已做到了万全之防备,亦不当将如此重大的事务全权归由您们自身定夺,而是无论在西方的团契者还是在东方的团契者,皆当成为其复归之事的共同表决者。
- 265ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ· λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν·
前文皆由动词 ἐπαγγέλλεται 统辖一系列宾格短语(如 τοῦ ναοῦ τὴν ἀνανέωσιν、ἀρχιερέα τυπικὸν 等),而此处则转换为由主格(ἄρτοι、λύχνοι)构成的感叹/描摹性名词句(省略主要动词),语义上相当于补全省略谓语:“在天降之粮后[将出现]陈设饼……”。
- 265καὶ ἡ εἰρήνη μὴ διεσπᾶτο
在表示过去责任/应当的 ἔδει 之后,ἵνα 引出的从句中,直陈式未完成过去时(διεσπᾶτο)与虚拟式(βεβαιωθῇ)并列使用。在依赖未实现的过去责任的从句中,直陈式未完成时带有与过去事实相反的非真实条件色彩,表示过去未能实现的结果(“以使和平不致[如现状般]被撕裂”)。
- 265οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς
未带 ἄν 的非人称未完成过去时 ἦν πρέπον 表达过去本应做而未做到的责任或适宜之举(“本应当……审议”),其后接宾格加不定式结构,ὑμᾶς 为不定式 βουλεύσασθαι 的逻辑主语。
- 265συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι
由 χρή 统辖的宾格加不定式结构,其中 τοὺς κοινωνικούς 为不定式的主语宾格,γενέσθαι 为不定式,συμψήφους 为补足主语的谓语宾格。与格 τῇ ἀποκαταστάσει 表示共同表决所关涉的事务(“复归”),属格代词 αὐτῶν 则作 ἀποκαταστάσει 的宾格性属格,指马尔凯鲁斯的随从者。
