← 该撒利亚的巴西流

书信集

§265#1

致流放的埃及主教及对阿波利拿里的批判

巴西尔致信流放至巴勒斯坦的埃及正统派主教们,赞扬他们坚定的信仰与忍耐,并通过使者与他们建立联结。随后,他痛陈曾被视为同道的老底嘉的阿波利拿里所制造的教会分裂,揭露其在三位一体论和道成肉身教义上的严重异端倾向,勉励主教们继续坚守正统信仰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§265#1

Εὐλογίῳ καὶ Ἀλεξάνδρῳ καὶ Ἁρποκρατίωνι, ἐπισκόποις Αἰγύπτου ἐξορισθεῖσιν Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντῃ κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπʼ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι,1 ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ τῆς δικαιοσύνης κρίμασιν. ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατʼ Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος, εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραήλ, ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν, ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζόμενοι, ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῶν προβαλλόμενος ὁ Κύριος, ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ἐχαρίσατο ὑποδείγματα. ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν δὲ τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελές, καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλʼ εἴ τι πρὸς οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε, δίκαιον ἐλογισάμεθα κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν καὶ συνδιάκονον Ἐλπίδιον, ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρʼ ἑαυτοῦ δυνάμενον ἀπαγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος ἐκφύγῃ διδασκαλίαν. Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν· ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας· ἀλλʼ ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρʼ αὐτῶν βλάβην οὐ κατεδέξασθε. καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς, ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῷ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται, ὅτι Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἄν·2 τὸ δὲ παρʼ ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾷν τῆς εὐθύτητος τῶν δογμάτων. τί γὰρ ἐν ἔργοις παρʼ αὐτοῦ τολμηρὸν καὶ θερμὸν οὐκ ἐπράχθη; τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; οὐ πᾶσα μὲν Ἐκκλησία ἐφʼ ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς ὑπὸ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρʼ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν τινὰ παρασυναγωγὴν ἐκδικῆσαι;3 οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκόπων περιερχομένων, καὶ ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ σωτηρίας; οὐχὶ οἱ περὶ τοῦ Θεοῦ λόγοι πλήρεις παρʼ αὐτῷ εἰσιν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου δι’ αὐτοῦ νῦν ἀνανεωθείσης ἐν τοῖς συντάγμασιν; εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρʼ ἐχθρῶν, ἀλλὰ κατʼ ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε, τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ Πνεῦμα, καὶ ἄλλα τινὰ σκοτεινὰ ἀσεβήματα, ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι, εὐχόμενοι μηδεμίαν μερίδα ἔχειν πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. οὐχὶ συγκέχυται παρʼ αὐτῷ ὁ τῆς ἐνανθρωπήσεως λόγος; οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται.

致流放中的埃及诸位主教,尤洛吉乌斯、亚历山大与哈尔波克拉提翁: 我们发现良善的上帝对其教会的经纶在万事上皆极其宏大,以至于连那些看似阴暗、未尽合乎人意之事,借着上帝难以测度的智慧与不可查考的公义审判,亦被安排成于众人大有益处。看哪,主将您们的爱心从埃及之地兴起,领至巴勒斯坦腹地安设,正如古时对待以色列那般——祂借着掳掠将他们领入亚述人的土地,因着圣徒的寓居而熄灭了那里的偶像崇拜。因此如今在我们的省思中同样认定,主彰显您们为敬虔所作的拼搏,借着流放为您们开启了蒙福竞技的赛场,而对遇见您们良善心志的人们,则赐予了通向救恩的明晰典范。因此,既借着上帝的恩典得知了您们信仰的正统,得知了对弟兄团体的关切,且知晓您们绝非心不在焉或敷衍塞责地提供利于众人且关乎救恩必不可少之事,反倒凡有助于教会造就的事都决意力行,我们便认为与您们的善份有份、并通过信函使我们自身与您们的敬虔联结,乃是理所当然的。为此,我们亦派遣了我们至为挚爱的儿子、同职执事埃尔皮迪乌斯,他既递交此信,同时也能凭自身向您们详述信函教诲所未能尽言的一切。 最为坚固我们切慕与您们相通之心的,乃是闻及您们的敬虔对于正统所怀的满腔热忱;因为您们坚定的心志既未被成堆的著作卷走,亦未被形形色色的诡辩动摇,反倒认清了那些违背使徒教义而妄图创新之人,且不屑于以沉默纵容他们所施加的危害。诚然,在一切坚守主之和平的人当中,我们因老底嘉的阿波利拿里各色各样的标新立异而见到了极大的悲痛;他使我们倍感悲痛,正是因为他从起初看似属于我们的一员。盖因受害于显明的仇敌,即便痛苦至极,于受难者而言终究尚可忍受,正如经上所记:“若是仇敌辱骂我,我还可以忍受。”然而从志同道合的知己之人那里遭受某种损害,这却是全然难以忍受、毫无慰藉可言的。因为我们原指望其能作为真理之捍卫者的人,如今却发现他在许多事上阻碍了得救之人,将他们的心思牵引偏离,使其脱离教义的纯正。试问在作为上,有何等大胆鲁莽之事不曾被他行出?在言辞上,又有何等新奇危险之见不曾被他杜撰?整个教会岂非陷入了分崩离析,特别是因着他差派人去针对那些由正统信徒治理的教会,企图制造分裂并确立私自设立的非法集会?敬虔的大奥秘岂非正受到嘲弄,由于那些既无信众亦无圣职人员的主教们四处奔走,徒具虚名,而在和平与救恩福音的进展上一无所成?他关于上帝的言论岂非充斥着不敬虔的教义,使妄诞的撒伯流那古老的不敬虔如今借着其著作得以死灰复燃?因为若塞巴斯蒂亚人所流传的文字并非仇敌所伪造,而是确出自他的手笔,他便在不敬虔上无所不用其极了——他妄称同一者为父、为子亦为圣灵,并吐露其他种种晦暗的不敬之谈,我们甚至不屑于让这些言辞灌入耳中,只祈求绝不与吐露这等言语之人同分。道成肉身的真理在他那里岂非已被混淆?我们主的救赎经纶岂非因着他关于肉身化那浑浊晦暗的探究,而在众人眼中变得疑窦丛生?将所有这一切罗列并置于驳斥之下,需要耗费大量的时间与言辞。

语法注3 条
  1. 265ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντῃ κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπʼ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι

    由表示结果的 ὥστε 引导的不定式结构。不定式的主语为 τὰ δοκοῦντα...,插入的 καὶ ταῦτα(“即便是这些”)起到强调性的复指与强调作用,共同充当下文被动不定式 οἰκονομεῖσθαι 的主语。

  2. 265Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἄν

    引自《七十士译本》诗篇 54:13(马索拉文本 55:13)。此句为典型的过去与事实相反的虚拟条件句:条件从句使用 εἰ + 不定过去时直陈式,主句使用 ἄν + 不定过去时直陈式。

  3. 265μάλιστα δὲ ταῖς ὑπὸ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρʼ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν τινὰ παρασυναγωγὴν ἐκδικῆσαι

    ἐπιπεμφθέντων 为独立属格结构,其逻辑主语在句中泛指或省略(“因有人被他派遣”)。与之呼应的阴性与格短语 ταῖς ... κυβερνωμέναις 则是分词的名词化用法(“针对那些由正统信徒治理的教会”),作复合动词 ἐπιπέμπω 中前缀所蕴含的指向目标。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:265#1