← 该撒利亚的巴西流

书信集

§264

致流放中的埃德萨主教巴尔塞斯并请求代祷

巴西尔借多姆尼努斯一行前去探访之机,致信流放中的埃德萨主教巴尔塞斯,表达了期盼再度相见的愿望,并请求他为教会在严峻苦难中得蒙保守与和平的恢复向主代祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§264

Βάρσῃ, ἐπισκόπῳ Ἐδέσσης, ἐν ἐξορίᾳ ὄντι Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον1 πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα, καὶ προσαγορεύομέν σε δι’ αὐτῶν, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης, ἣν αὐτὸς οἶδεν ὁ δίκαιος κριτὴς πότε ἀποδώσει.2 ἀποδώσει γάρ, καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. ἀλλʼ ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. ὅπερ δὲ ἐὰν ᾖ,3 προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ ἀγαθὸς διασώσηται. πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.

致流放中的埃德萨主教巴尔塞斯 巴西尔在主里向真正最蒙上帝所爱、配受一切敬畏与尊荣的主教巴尔塞斯致安。正值最真诚的弟兄们、多姆尼努斯一行前往您敬虔阁下之处,我们欣然抓住这一修书的契机,通过他们向您致候;同时向圣洁的上帝祈求,使我们在此生中得蒙保守,直到我们得以荣幸瞻仰您的尊容,并领受您身上的恩赐。只求您祷告,我恳求您,使主不至将我们彻底交在基督十字架的敌人手中,而是保守祂自己的教会,直到和平的时节——公义的审判者自己知道何时会赐下这和平。因为祂必会赐下,绝不至将我们弃绝殆尽。相反,正如祂曾因以色列人的罪过,定下七十年的掳掠惩罚,全能者或许同样在将我们交付于某个既定时限之后,终有一日会召回我们,并恢复起初的和平;除非背教之事如今确实已经临近,而眼前发生的不过是敌基督降临的序曲。但不论情形究竟如何,请您祈求良善的上帝,或挪去这些患难,或使我们经受患难而得免绊跌、蒙受保全。我们通过您,向有幸与您敬虔阁下同在的全体同人问安。与我们在一起的众人皆向您敬虔阁下致候。愿您在主里安康喜乐,为我恒切代祷,并因圣者的恩典为上帝的教会得蒙保全。

语法注3 条
  1. 264τῶν περὶ Δομνῖνον

    此为古希腊语习语 οἱ περί τινα,指“某人及其同行者”或“某人一行”。此处指由多姆尼努斯领衔的使团或行旅之人。

  2. 264ἣν αὐτὸς οἶδεν ὁ δίκαιος κριτὴς πότε ἀποδώσει

    关系代名词 ἣν 的先行词为 τῆς εἰρήνης。在句法上,它是间接疑问从句 πότε ἀποδώσει 中动词 ἀποδώσει 的直接宾语,但被前置于由 οἶδεν 引出的从属结构之首。

  3. 264ὅπερ δὲ ἐὰν ᾖ

    不定关系代词引起的让步从句(相当于“无论此二者究竟为何”),指代前文所提的两种可能性:即究竟是上帝即将恢复和平,还是终末的背教与敌基督已经临近。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:264