- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:263#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔揭露了给东方教会带来混乱的三位首要人物(厄斯塔提乌斯、阿波利那利乌斯以及受马尔刻鲁斯影响的保利努斯)及其异端谬论,并恳请西方主教们致信东方以纠正或绝罚这些标新立异者。
Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὅς, πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπʼ αὐτοῦ δεξάμενος, μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα.1 εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκαταστάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Λιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφʼ ᾗ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παρʼ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφʼ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων. Δεύτερος μετʼ αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς ἐκκλησίας παραλυπῶν. τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας, οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλʼ ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα· ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχήν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοί, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων. Ὁ μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε· ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν· ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρʼ ὑμῶν ἐπιζητοῦμεν. γένοιτο δʼ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶναι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπʼ αὐτῶν.2 καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν· ἀλλʼ ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι βλαβερόν, τῆς ἀπʼ αὐτῶν βλάβης ἐρριζωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρʼ ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην βοήθειαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
在我们深感忧伤的原因中,有一位便是来自小亚美尼亚塞巴斯蒂亚的厄斯塔提乌斯。他早年曾拜阿里乌为师;当阿里乌在亚历山大里亚势力鼎盛、炮制针对独生子的邪恶亵渎之辞时,他便追随阿里乌,被列为阿里乌最正统的门徒之一。当他回到故乡时,在因异端教义而审讯他的极有福的凯撒里亚主教赫尔墨革涅斯面前,呈交了纯正的信仰告白。他以此方式接受了主教的按立,但在那位主教离世后,他又奔投君士坦丁堡的尤西比乌,而尤西比乌本人信奉阿里乌的不敬虔教义丝毫不逊于他人。随后,他因某种缘故被从那里驱逐,回到家乡之人中间再次为自己申辩,掩盖其不敬虔的心思,却显出言语的某种纯正。当他不知如何侥幸谋得主教职位后,便立刻被发现在他们于安居拉举行的集会上起草了针对同本质的绝罚文;从那里前往塞琉西亚后,他又与同道之人犯下了众所周知的勾当。在君士坦丁堡,他再次同意了异端分子提出的条款。由于此前在梅里蒂内已被废黜,他因此被逐出主教职位,于是他想出前往你们那里的途径来使自己复职。极有福的主教利贝里乌向他提出了什么条件,他自己又同意了什么,我们不得而知,只知他带回了一封恢复他职位的书信,他将信出示给提亚纳公会议后,便官复原职。此人如今却践踏他当初得以被接纳所依据的信仰,与绝罚同本质的人结伙,并且成为搏圣灵派异端的首脑。因此,既然他加害教会的权能来自你们那里,且他将你们赐给他的权柄用以败坏众人,那么纠正之举亦必须从你们那里发出,并且应当致信各教会,说明他是凭何条件被接纳的,以及如今他如何发生转变而废弃了当时教父们所赐予他的恩惠。 紧随其后的第二位是阿波利那利乌斯,他同样给教会带来了不小的困扰。他凭借著述的轻率与流利,口才足以应付任何主题,因而不顾那句告诫——“当防备著书多”——使自己的著作充斥天下;而在浩繁的篇幅中,显然也犯下了诸多过失。多言之中岂能免除过错?因此,他的神学著作同样不是建立在圣经的论证之上,而是从人的推想中构建而成;他关于复活的论述更是神话般的杜撰,不如说是犹太主义的臆想,他在其中声称我们将重新回到律法的崇拜中,我们将再次接受割礼、守安息日、戒绝特定食物、向上帝献祭、在耶路撒冷的圣殿中敬拜,总之彻底从基督徒变回犹太人。对于这些说法,还有什么比这更可笑、或者说更背离福音教义的呢?此外,他关于道成肉身的论著在弟兄会中引发了如此巨大的混乱,以至于读过其书的人中,如今保留着古老虔敬面貌的已寥寥无几;而大多数人倾心于标新立异,偏离正道而陷入对这些无益言论的探究与纷争性的巧辩之中。 至于保利努斯,如果他在按立方面也有什么可指责之处,你们自己当能言明;但他令我们痛苦的是,他依附于马尔刻鲁斯的教义,并毫无分别地接纳追随马尔刻鲁斯的人进入自己的团契。至尊的弟兄们,你们知道,马尔刻鲁斯的教义蕴含着对我们一切盼望的废弃,因为它既不承认圣子具有独特的位格,反而认为圣子只是被发出、随后又返回其出发之处,也不承认保惠师具有独特的实在;因此,若有人断言这一异端与基督教完全背道而驰,并称其为败坏的犹太教,绝非过失之言。我们祈求你们对这些事加以关顾。如果你们肯屈尊致信东方所有教会,指示凡篡改这些教义的人,若肯改过自新便可保持团契交往,但若执意顽固坚持标新立异之论,则当与他们断绝交通,此事便可告成。至于我们本应与你们的智慧同坐会议,在共同商讨中决断这些问题,我们自己亦非不知;然而,鉴于时机不允,且因源自他们的危害已经根深蒂固而拖延有害,我们迫不得已派遣了这些弟兄,以便凡书信教导未能尽述之事,他们能亲自加以补充说明,从而激发你们的虔敬,向属上帝的众教会提供所期盼的援助。
- 263οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα
修饰介词短语 πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον 的宾格分词结构。καὶ αὐτόν 是分词 πρεσβεύοντα 的逻辑主语并起强调作用(“他本人亦……”)。属格 οὐδενὸς 是由副词 ἔλαττον 支配的比较属格。
- 263τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶναι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπʼ αὐτῶν
由动词 ἐπιστεῖλαι 支配的表示间接命令的不定式结构。前半句中,宾格 τοὺς ταῦτα παραχαράσσοντας 充当不定式 εἶναι 的逻辑主语(“篡改这些教义的人当保持交往”);而在后半句 χωρίζεσθαι ἀπʼ αὐτῶν 中,逻辑主语转换为东方各教会及信众,意为应当“与他们断绝关系”,体现了主语不对称的转换。
