← 该撒利亚的巴西流

书信集

§263#1

致西方教会感谢信与指斥异端的请求

作者对西方教会的来信与同情表达了深切感谢,恳请他们尽可能亲自来访,若不能则寄来信函以慰藉并扶正困境中的东方教会。随后,作者敦促西方教会指名道姓地公开揭露教会内部披着羊皮的异端分子,指出由于西方主教远离争端,其共同颁布的裁决具有至高的公信力与权威。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§263#1

Τοῖς Δυτικοῖς Κύριος ὁ Θεὸς ἡμῶν, ἐφʼ ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε,1 ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθʼ ἡμᾶς λυπηρῶν ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλʼ οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατρούς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς ἀφικέσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν.2 ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλʼ ἐπιστείλατε ἡμῖν ὅσα παρʼ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν ἐπʼ αὐτοῖς ἡ θλίψις· καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι’ ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν. Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς ταραχὰς παρʼ ἡμῖν ἐργαζομένους· καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε. ὁ μὲν γὰρ παρʼ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς, ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων·3 ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος.

致西方人 愿我们所盼望的主我们的上帝,赐予你们每人与你们充满我们心中的喜悦同样丰厚的恩典,以使你们获得摆在面前的盼望。这喜悦既来自你们通过我们最亲爱的同工长老给我们送来的信函,也来自你们因穿上怜悯的心肠而对我们悲痛的境遇所怀有的同情,正如前述长老向我们所报告的那样。因为即使我们的创伤依然如故,但有现成的医生在旁——他们若得机会便能迅速医治痛苦——这终究带给我们某种宽慰。因此,我们再次通过亲爱的人们向你们问安并恳请:如果主允许你们来到我们这里,请不要犹豫来探望我们;因为探望患病之人属于最大的诫命。然而,如果善良的上帝兼我们生命的睿智掌管者将这一恩典留待另一时机,那么至少请向我们写来从你们那里当写之言,以慰藉受苦之人,匡正破碎之人。因为教会的破裂如今已然极多,我们在其上的忧患亦极深重;除非主通过你们这些真心侍奉祂的人赐下医治,否则别无任何援助的指望。 至于阿里乌派异端的粗暴与无耻,既然已经公然脱离教会的身体,便留于自我的迷妄之中,由于他们的不敬虔对众人昭然若揭,对我们的危害反倒有限;然而,那些披着羊皮、显出温和与柔顺的外表,内里却毫不留情地撕裂基督羊群的人,因出自我们中间,极易将损害加于纯朴之人,这些人才是危险且难以防范的。我们恳请严谨的你们将他们向东方所有教会公之于众,以使他们要么端正行径真心与我们同在,要么执迷于败坏而将损害仅留于自身内部,无法通过毫无防备的交往将自身的病疾传染给接近他们的人。并且有必要指名道姓地提及这些人,以便你们自己认识在我们中间制造骚乱之人;并请将此事向我们的教会显明。因为出自我们的话语在众人看来是可疑的,仿佛我们是因为某些私人的争斗而对他们怀有狭隘之情;但你们定居得离他们越远,在民众中享有的可信度就越大,加之来自上帝的恩典也助你们关顾受苦之人。如果你们更多的人同心一致地确立相同的教义,显而易见,确立教义者之众必将使该教义的接纳在众人面前无可争议。

语法注3 条
  1. 263τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε

    τοσαύτην ... ὅσης 的相关结构。在关系从句中,名词 χαρᾶς 与 ὅσης 一致采用属格,并充当充满动词 ἐνεπλήσατε 的属格补足语。主句核心为表示祈愿的希求语气 παράσχοι,其后接表示目的的带冠词不定词 εἰς τὸ ἐπιτυχεῖν。

  2. 263εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς ἀφικέσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν

    μὴ ὀκνῆσαι 在句法上依附于前面的 παρακαλοῦμεν(我们恳求),意为“恳求你们不要犹豫”,同时也兼具命令式不定词(infinitivus pro imperativo)的力量。带冠词不定词 τοῦ ... ἀφικέσθαι 作名词 ἄδειαν(允许、自由)的同格或限定属格短语。

  3. 263ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων

    未明示名词主语的属格独立结构(genitivus absolutus)。根据前文的 παρʼ ἡμῶν(出自我们),隐含的主语为 ἡμῶν(我们)。连词 ὡς 表示主观推测或指责(“仿佛……”、“以为……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:263#1